Crassus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
εὐθὺς γὰρ ἀρθεὶς ὑπʼ ἀμφοτέρων ὕπατος
Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτʼ ἔπραττε· τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον ἡ φιλοπλουτία καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις, αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι.
Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.
ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.
ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ
τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδʼ ἀρχῆς αἴτησιν, ἀλλʼ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.