Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτερον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν.

ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος καὶ διδάσκων ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ κράτει καὶ μιᾷ γνώμῃ τήν πόλιν ἄγωσιν. πείσας δὲ καὶ διαλλάξας συνήγαγε καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, ᾗ κατέλυσε Ῥωμαίων τήν βουλὴν καὶ τὸν δῆμον, οὐκ ἐκείνους διʼ ἀλλήλων μείζονας, ἀλλὰ διʼ ἐκείνων ἑαυτὸν μέγιστον ἀπεργασάμενος.

εὐθὺς γὰρ ἀρθεὶς ὑπʼ ἀμφοτέρων ὕπατος

p.356
ἀπεδείχθη λαμπρῶς. ὑπατεύοντι δʼ αὐτῷ[*](αὐτῷ after this word καλῶς is bracketed by Sintenis and Bekker.) ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθʼ ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν.

Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτʼ ἔπραττε· τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον ἡ φιλοπλουτία καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις, αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι.

Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.

ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.

ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ

p.358
γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν
paris.1624.552
μετιέναι, τυχὸν δὲ μὴ μετιέναι· καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.

τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδʼ ἀρχῆς αἴτησιν, ἀλλʼ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.