Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἡ μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτʼ ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθʼ ἱππέων ἐπίσκεψιν οὔτʼ ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα

paris.1624.551
Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.

ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.

ὅμως δʼ ὁ Κικέρων ἔν τινι λόγῳ φανερός ἦν Κράσσῳ καὶ Καίσαρι τὴν αἰτίαν προστριβόμενος. ἀλλʼ οὗτος μέν ὁ λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ ὑπατείας

p.354
ὁ Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέσθαι πρὸς αὐτόν ἐπιστολὴν κομίζοντα τὰ περὶ τὸν Κατιλίναν ἐξηγουμένην,[*](κομίζοντα ἐξηγουμένην Sintenis’ correction of the MSS. κομίζοντα περὶ τοῦ Κατιλίνα καὶ ζητουμένην, which Coraës and Bekker retain.) ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν.

ὁ δʼ οὖν Κράσσος ἀεὶ μέν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. ὁ γὰρ Πόπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρινομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὰ ποιοῦντας παρασχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.