Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα λέγοντος τοῦ ἀνθρώπου καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, ὁ μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, οὐδέν, εἶπεν, ὦ ἄνδρες, οἶμαι, πολῖται, ταπεινὸν πράττειν οὐδʼ ἀνάξιον ἐμαυτοῦ καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήϊον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον.

ἡ μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτʼ ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθʼ ἱππέων ἐπίσκεψιν οὔτʼ ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα

paris.1624.551
Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.

ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.