Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐφοβήθη μὲν οὖν ὁ Κράσσος μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθʼ αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν καὶ αὖθις ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν ὁ Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν φυγὴν ἐπιστήσαντος.

γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λούκουλλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ

p.346
Ἰβηρίας, μετενόει, καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει. πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατʼ ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο Γάιος Καννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας.

οἱ δʼ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν τὰ κράνη καταμπέχοντες, ὀφθέντες δʼ ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλὼν δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δʼ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.

Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα, Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις.