Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦθʼ ἡ βουλὴ πυθομένη τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν, αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος,

p.342
Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, συμπλέκεσθαι δὲ μὴ μηδὲ ἁψιμαχεῖν.

ὁ δʼ ἅμα τῷ πρῶτον ἐπʼ ἐλπίδος γενέσθαι μάχην θέμενος ἡττήθη· καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δὲ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώθησαν. ὁ δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις ἐγγυητὰς ᾔτει τῶν ὅπλων, ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους, καὶ μάλιστα τοὺς τρέσαντας, εἰς πεντήκοντα διανείμας δεκάδας ἀφʼ ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρατιώταις ἐπαγαγών.

καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν ἁπάντων θεωμένων. οὕτω δʼ ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς

paris.1624.549
πολεμίους. ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον.

ὁμολογήσαντες δὲ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. ἐπελθὼν δʼ ὁ Κράσσος, καὶ τοῦ τόπου τὴν φύσιν ὁρῶν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν

p.344
ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων.

μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν.

ὧν ὁ Σπάρτακος ἡμέλει καὶ κατεφρόνει τὸ πρῶτον ὡς δὲ τῆς λείας ἐπιλειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα τι χειμέριον παραφυλάξας ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.