Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἤδη δέ που καὶ Ἀλκιβιάδης ἐνεφύετο τηνικαῦτα τοῖς Ἀθηναίοις δημαγωγὸς οὐχ ὁμοίως ἄκρατος, ἀλλʼ οἷον ἡ Αἰγυπτίων χώρα λέγεται διʼ ἀρετὴν ἐκφέρειν ὁμοῦ

  1. φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά,
Hom. Od. 4.230οὕτως ἡ Ἀλκιβιάδου φύσις ἐπʼ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά, μεγάλων ἐνέδωκεν ἀρχὰς νεωτερισμῶν.

ὅθεν οὐδʼ ἀπαλλαγεὶς τοῦ Κλέωνος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀναπαῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλʼ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς Ἀλκιβιάδου φιλοτιμίας αὖθις ἐξωσθεὶς εἰς τὸν πόλεμον.

ἐπράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρασίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε.

τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ Ἀμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγομένους, τοὺς δʼ Ἀθηναίους οὐκέτι τῷ πολέμῳ θαρροῦντας, ἀμφοτέρους δʼ οἷον ἐκλελυμένους καὶ παρακαθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγὼν καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλλάξας κακῶν καὶ ἀναπαυσάμενος, βέβαιον οὕτω τὸ τῆς εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο.