Nicias
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία.
λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι.
Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε·
Teleclides; Kock, Com. Att. Frag. i. p. 219.
- Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵνʼ αὐτὸν μὴ λέγῃ
- ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου·
- τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου·
- ὧν δʼ ἕκατι τοῦτʼ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ
- οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ.
ὁ δʼ ὑπʼ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει·
Eupolis, Maricas; Kock, Com. Att. Frag. i. p. 308Α.
- πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
Β.
- οὐδʼ εἶδον, εἰ μὴ ἔναγχος ἑστῶτʼ ἐν ἀγορᾷ.
Α.
- ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.
- καίτοι τί μαθὼν[*](μαθὼν MSS. and edd., including Sintenis1: παθών, an anonymous correction.) ἂν εἶδεν, εἰ μὴ προὐδίδου;
Γ.
- ἠκούσατʼ, ὦ ξυνήλικες,
- ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον.
Β.
- ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς,
- λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι;
ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει·
Arisoph. Kn. 358ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις·
- λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Phrynichus; Kock, Com. Att. Frag. i. p. 385
- ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ,
- κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.