Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπʼ ἐκείνων μὲν ἥκειν τῶν ἀνδρῶν φάσκοντας, οἳ καὶ πρότερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι, παραινοῦντας δὲ μὴ πορεύεσθαι διὰ τῆς νυκτός, ὡς τῶν Συρακουσίων ἐνέδρας πεποιημένων αὐτοῖς καὶ προκατεχόντων τὰς παρόδους. τούτῳ δὲ καταστρατηγηθεὶς ὁ Νικίας ὑπέμενεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν.

προελθόντες γὰρ ἅμʼ ἡμέρα τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον καὶ τὰς διαβάσεις τῶν ποταμῶν ἀπετείχισαν τάς τε γεφύρας ἀπέκοψαν, ἐν δὲ τοῖς ὁμαλοῖς καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον ἀμαχεὶ προελθεῖν.

οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέραν ἐπιμείναντες ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ, καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνάτων φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφότερα τῶν προσδοκωμένων νομίζοντες εἶναι.

πολλῶν δὲ δεινῶν ἐν τῷ στρατοπέδῳ φαινομένων, οὐδὲν ἦν οἰκτρότερον αὐτοῦ Νικίου θέαμα, κεκακωμένου μὲν ὑπὸ τῆς ἀσθενείας, συνεσταλμένου δὲ παρʼ ἀξίαν εἰς ἀναγκαίαν δίαιταν καὶ τὰ μικρότατα τῶν ἐφοδίων εἰς τὸ σῶμα πολλῶν διὰ τὴν νόσον δεόμενον, πράττοντος δὲ μετʼ ἀρρωστίας καὶ καρτεροῦντος ἃ πολλοὶ τῶν ἐρρωμένων μόλις ὑπέμενον, καταφανοῦς δὲ πᾶσιν ὄντος οὐ διʼ αὑτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ διʼ ἐκείνους τὴν ἐλπίδα μὴ προϊεμένου.

καὶ γὰρ εἰς δάκρυα καὶ ὀδυρμοὺς τῶν ἄλλων ὑπὸ φόβου καὶ λύπης τρεπομένων, ἐκεῖνος, εἴ ποτε βιασθείη τοῦτο ποιῆσαι, δῆλος ἦν τὸ αἰσχρὸν καὶ τὸ ἀκλεὲς τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν ὧν ἤλπιζε κατορθώσειν.