Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δʼ οἱ μάντεις τοῖς Συρακουσίοις ἀπήγγειλαν ἐκ τῶν ἱερῶν λαμπρότητα καὶ νίκην μὴ καταρχομένοις μάχης, ἀλλʼ ἀμυνομένοις (καὶ γὰρ τὸν Ἡρακλέα πάντων κρατεῖν ἀμυνόμενον καὶ προεπιχειρούμενον), ἀνήχθησαν.

ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος, ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους.

ἀθρόαις γὰρ ἐμάχοντο ταῖς ναυσὶ καὶ βαρείαις πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύμασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ πάντα κατʼ αἰχμὴν προσφέρεσθαι. ταῦτα δʼ Ἀρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνιζόμενος προθύμως ἔπεσεν ἤδη κρατούντων τῶν Συρακουσίων.

γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθηναίοις ἀποκέκοπτο· χαλεπὴν δὲ καὶ διὰ γῆς τὴν σωτηρίαν ὁρῶντες οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ ταὐτὸ πάντως ἀφιξομένους τέλος.