Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δʼ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον.

ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλʼ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε·

τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλʼ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον.

ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμαχεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσούτου προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς, ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπʼ ἐλαττόνων καὶ χορηγουμένων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν, ὑπερβαλέσθαι δὲ τὸν Νικίαν.

πρόσχημα δʼ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυμαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπʼ Ἀρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.