Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Νικίας εὐθὺς[*](εὐθὺς deleted by Coraës and Bekker.) αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥώμης καὶ τύχης ἀνατεθαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακουσῶν διαλεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐδένα τοῦ Γυλίππου λόγον ἔσχε προσπλέοντος, οὐδὲ φυλακὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν ὁ ἀνὴρ εἰσέπλευσε διὰ πορθμοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρακουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδʼ εἰ πάρεστι τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκώντῶν.

διὸ καὶ παρήγγελτο μὲν αὐτοῖς ἐκκλησία περὶ τῶν πρὸς τὸν Νικίαν ὁμολογιῶν, καί τινες ἐβάδιζον ἤδη, πρὶν ἢ παντελῶς ἀποτειχισθῆναι τὴν πόλιν οἰόμενοι δεῖν γενέσθαι τὰς διαλύσεις· βραχὺ γὰρ ἦν κομιδῇ τὸ ἀπολειπόμενον τοῦ ἔργου, καὶ τοῦτο παραβεβλημένην εἶχε τὴν παρασκευὴν τῆς τειχοδομίας σύμπασαν.

ἐν τούτῳ δὲ καιροῦ παρόντος τοῦ κινδύνου ἀφικνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ τριήρει· καὶ συνδραμόντων πρὸς αὐτόν, ὡς εἰκός, πάντων ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέουσιν.

οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο· καὶ προσῆγεν εὐθὺς ὁ Γύλιππος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς Ἀθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος ἐπὶ τοὺς Ἀθηναίους ὁ Γύλιππος τὰ ὅπλα καὶ κήρυκα πέμψας ἔλεγε διδόναι τοῖς Ἀθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας.

ὁ μὲν οὖν Νικίας οὐθὲν ἠξίωσεν ἀποκρίνασθαι· τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων εἰ διὰ παρουσίαν ἑνὸς τρίβωνος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακουσίων ἐξαίφνης γέγονεν ὥστʼ Ἀθηναίων καταφρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακεδαιμονίοις.