Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦ δὲ θέρους διελθόντος, ἐπεὶ τοὺς Συρακουσίους ἐπυνθάνετο προτέρους ἐπʼ αὐτοὺς ἀφίξεσθαι τεθαρρηκότας, οἱ δʼ ἱππεῖς ὕβρει προσελαύνοντες ἤδη πρὸς τὸ στρατόπεδον ἠρώτων εἰ Καταναίοις συνοικήσοντες ἢ Λεοντίνους κατοικιοῦντες ἥκουσι, μόλις ὁ Νικίας ὥρμησε πλεῖν ἐπὶ Συρακούσας.

καὶ βουλόμενος ἀδεῶς καὶ καθʼ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρωπον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρημον ἀνδρῶν τὸ στρατόπεδον καὶ τὰ ὅπλα τῶν Ἀθηναίων, ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι, τῶν δʼ Ἀθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκείνους προσιόντας αἴσθωνται, τάς τε πύλας καταλαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπράναι· πολλοὺς δὲ εἶναι τοὺς συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν.

τοῦτʼ ἄριστα Νικίας ἐστρατήγησε περὶ Σικελίαν. πανστρατιᾷ γὰρ ἐξαγαγὼν τοὺς πολεμίους καὶ τὴν πόλιν ὁμοῦ τι ποιήσας ἔρημον ἀνδρῶν, αὐτὸς ἐκ Κατάνης ἀναχθεὶς τῶν τε λιμένων ἐκράτησε καὶ τῷ στρατοπέδῳ κατέλαβε χώραν, ὅθεν ἥκιστα βλαπτόμενος οἷς ἐλείπετο τῶν πολεμίων, ἤλπιζεν ἐξ ὧν ἐθάρρει πολεμήσειν ἀκωλύτως.

ἐπεὶ δʼ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν ταχὺ τοὺς Ἀθηναίους ἐκράτησε. καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων· οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει· τοῦ δὲ ποταμοῦ διαφθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἑρμοκράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους ὅτι γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν, ὥσπερ οὐκ ἐπὶ μάχῃ πεπλευκώς.