Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δέ, Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγιστα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφιστάναι Συρακουσίων, εἶθʼ οὕτως ἐπʼ αὐτοὺς βαδίζειν, τὰ ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτʼ ἀποπλεῖν Ἀθήναζε μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξέλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν.

καὶ μετʼ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀποδειχθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ[*](αὐτῷ MSS., Coraës, and Bekker: αὐτῶν.) τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος καὶ τὸν φόβον ὃν ἡ πρώτη παρέθηκεν αὐτοῖς ὄψις τῶν δυνάμεων.

ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δʼ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου τότε πρὸς ἐξέτασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν.

ὡς οὖν ὑπὸ τῶν Ἀθηναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι, λέγοντος ὡς Ἀθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλʼ ἑτέρῳ[*](ἑτέρῳ MSS., Coraës, and Bekker: ἕτεροι (others say that the prophesy was really fulfilled, etc.).) φασιν ἔργῳ τοῦτο τοῖς Ἀθηναίοις γενέσθαι ἐπιτελὲς καθʼ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ Ἀθηναῖος ἔσχε Συρακούσας.

ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετʼ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καθʼ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ.

τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δʼ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπʼ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.

οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφʼ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικελίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη.

καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα, βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.