Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ· τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λαθεῖν τὸν Λούκουλλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ καὶ νοτερὰν ἔχων ἐκίνει καὶ φθάνει τῆς πόλεως ἄντικρυς ἅμʼ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος

p.498
ἱδρύσας τὴν δύναμιν.

ὁ δὲ Λούκουλλος αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφʼ ὧν καὶ διʼ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλʼ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.

Κυζικηνοὺς δὲ Μιθριδάτης δέκα μὲν ἐκ γῆς στρατοπέδοις περιλαβών, ταῖς δὲ ναυσὶν ἐκ θαλάσσης τὸν ἀπὸ τῆς ἠπείρου διείργοντα τὴν πόλιν εὔριπον ἐμφράξας, ἑκατέρωθεν ἐπολιόρκει, τὰ μὲν ἄλλα διακειμένους πρὸς τὸν κίνδυνον εὐθαρσῶς καὶ πᾶν ἕνεκα Ῥωμαίων ἐγνωκότας ἐκδέχεσθαι δυσχερές, ἀγνοοῦντας δὲ ὅπῃ Λούκουλλος εἴη καὶ τῷ μηδὲν περὶ αὐτοῦ πεπύσθαι ταραττομένους.