Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.

Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπʼ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων.

οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετʼ ἐμπειρίας πολέμου, οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος ὁ Λούκουλλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον, ὡς ἔοικε, πειρωμένους ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος· ἄλλως δʼ ἐδημαγωγοῦντο πρὸς ἡδονὴν ἐθιζόμενοι στρατεύεσθαι.