Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν τούτῳ δʼ ὁ τὴν Κιλικίαν ἔχων Ὀκτάουϊος ἠγγέλθη τεθνηκώς. σπαργώντων δὲ πολλῶν πρὸς τὴν ἐπαρχίαν καὶ Κέθηγον ὡς δυνατώτατον ὄντα διαπράξασθαι θεραπευόντων, αὐτῆς μὲν ὁ Λούκουλλος Κιλικίας οὐ πολὺν εἶχε λόγον, οἰόμενος δʼ, εἰ λάβοι ταύτην, ἐγγὺς οὔσης Καππαδοκίας, ἄλλον οὐδένα πεμφθήσεσθαι

p.488
πολεμήσοντα Μιθριδάτῃ, πᾶσαν ἔστρεφε μηχανὴν ὑπὲρ τοῦ μὴ προέσθαι τὴν ἐπαρχίαν ἑτέρῳ.

καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδʼ ἐπαινετόν, ἄλλως δʼ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραικία τις ἦν ὄνομα τῶν ἐφʼ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.

ὡς δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰς ἐκείνην περιῆλθεν ἡ τῆς πόλεως δύναμις· οὐδὲ γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντος οὐδὲ Πραικίας μὴ κελευούσης παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπελθὼν δώροις ὁ Λουκούλλος καὶ κολακείαις ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός, εὐθὺς εἶχε τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν.

ἐπεὶ δʼ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον ὡς ὑφʼ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, Πομπηΐου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλλου δʼ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις

p.490
ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας.

οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.