Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δὴ καὶ μᾶλλον ἀπῆγε τῆς πολιτείας τὸν Λούκουλλον. ἐπεὶ δὲ Κικέρων ἐξέπεσε τῆς πόλεως καὶ Κάτων εἰς Κύπρον ἀπεστάλη, παντάπασιν ἐξελύθη. καὶ πρό γε τῆς τελευτῆς λέγεται νοσῆσαι τὴν διάνοιαν αὐτῷ κατὰ μικρὸν ἀπομαραινομένην. Νέπως δὲ Κορνήλιος οὐχ ὑπό γήρως φησὶν οὐδὲ νόσου παραλλάξαι τὸν Λούκουλλον, ἀλλὰ φαρμάκοις ὑπό τινος τῶν ἀπελευθέρων Καλλισθένους διαφθαρέντα·

τὰ δὲ φάρμακα δοθῆναι μὲν, ὡς ἀγαπῷτο μᾶλλον ὁ Καλλισθένης ὑπʼ αὐτοῦ, τοιαύτην ἔχειν δοκοῦντα τὴν δύναμιν, ἐκστῆσαι δὲ καὶ κατακλύσαι τὸν λογισμόν, ὥστʼ

p.610
ἔτι ζῶντος αὐτοῦ τὴν οὐσίαν διοικεῖν τὸν ἀδελφόν· οὐ μὴν ἀλλʼ ὡς ἀπέθανε, καθάπερ ἂν[*](ἂν supplied by Reiske.) ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος, ὁ δῆμος ἠχθέσθη καὶ συνέδραμε, καὶ τὸ σῶμα κομισθὲν εἰς ἀγορὰν ὑπὸ τῶν εὐγενεστάτων νεανίσκων ἐβιάζετο θάπτειν ἐν τῷ πεδίῳ τοῦ Ἄρεως, ὅπου καὶ Σύλλαν ἔθαψεν.

οὐδενὸς δὲ τοῦτο προσδοκήσαντος, οὐδὲ ῥᾳδίας οὔσης τῆς παρασκευῆς, ὁ ἀδελφὸς αὐτοῦ δεόμενος καὶ παραιτούμενος ἔπεισεν ἐπιτρέψαι τὴν παρεσκευασμένην ἐν τῷ περὶ Τοῦσκλον ἀγρῷ τοῦ νεκροῦ κηδείαν γενέσθαι, πολὺν δʼ οὐδʼ αὐτὸς προσεβίω χρόνον, ἀλλʼ ὡς ἡλικίᾳ καὶ δόξῃ μικρὸν ἀπελείφθη, καὶ τῷ χρόνῳ τῆς τελευτῆς, φιλαδελφότατος γενόμενος.