Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καίπερ ἀνθούσης τότε τοῖς Καρνεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς παλαιᾶς, πιθανὸν ἄνδρα

paris.1624.520
καὶ δεινὸν εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον ὁ Λούκουλλος καὶ συμβιωτὴν ἀντέταττε τοῖς Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν.

καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν εἰς τὴν αἵρεσιν, ἐν ᾧ τὸν ὑπὲρ τῆς καταλήψεως λόγον Λουκούλλῳ περιτέθεικεν, αὑτῷ δὲ τὸν ἐναντίον. Λούκουλλος δʼ ἀναγέγραπται τὸ βιβλίον. ἦσαν δʼ, ὥσπερ εἴρηται, φίλοι σφόδρα καὶ κοινωνοὶ τῆς ἐν πολιτείᾳ προαιρέσεως· οὐδὲ γὰρ αὖ πάμπαν ἀπηλλάχει τῆς πολιτείας ἑαυτὸν ὁ Λούκουλλος,

ἀλλὰ τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι φιλοτιμίαν καὶ ἅμιλλαν, ὡς οὔτε ἀκίνδυνον οὔτʼ ἀνύβριστον οὖσαν, εὐθὺς ἀφῆκε Κράσσῳ καὶ Κάτωνι· τούτους γὰρ οἱ τὴν Πομπηίου δύναμιν ὑφορώμενοι προεβάλλοντο τῆς βουλῆς, ἀπολεγομένου τοῦ Λουκούλλου τὰ πρωτεῖα· κατέβαινε δʼ εἰς τὴν ἀγορὰν διὰ τοὺς φίλους, εἰς δὲ τὴν σύγκλητον, εἰ Πομπηΐου τινὰ δέοι σπουδὴν ἢ φιλοτιμίαν ἐπηρεάσαι.