Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι

p.602
τὴν κλῆσιν, ὡς διʼ αὐτοὺς καθʼ ἡμέραν τοσούτων ἀναλισκομένων·

τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· γίνεται μέν τι τούτων καὶ διʼ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον. ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι τί λέγεις; εἶπεν, οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;

ὄντος δὲ περὶ τούτου, ὡς εἰκὸς, ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατʼ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, ὁ μέν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηΐῳ δʼ ἦν μέν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις ἐπιεικῶς ἀλλήλοις.

ἀσπασάμενος οὖν ὁ Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχει πρὸς ἔντευξιν τοῦ δὲ φήσαντος, ὡς ἄριστα, καὶ παρακαλοῦντος ἐντυγχάνειν ἡμεῖς, ἔφη, βουλόμεθα δειπνῆσαι παρά σοὶ τήμερον οὕτως, ὅπως ἐστί σοι παρεσκευασμένα θρυπτομένου δὲ τοῦ Λουκούλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδʼ εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων,

πλὴν τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλλωνι δειπνήσοι· τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων ὄνομα·

p.604
καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας, ἑκάστῳ γὰρ, ὡς ἔοικε, δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας, ὅπου βούλεται δειπνεῖν, εἰδέναι, πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων·

καὶ τότε τοσούτου τελεσθέντος ἐξέπληξε τοὺς περὶ τὸν Πομπήϊον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς, εἰς ταῦτα μέν οὖν ὑβριστικῶς ἐχρῆτο τῷ πλούτῳ καθάπερ ὄντως αἰχμαλώτῳ καὶ βαρβάρῳ.