Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δʼ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι

p.602
τὴν κλῆσιν, ὡς διʼ αὐτοὺς καθʼ ἡμέραν τοσούτων ἀναλισκομένων·

τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· γίνεται μέν τι τούτων καὶ διʼ ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον. ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι τί λέγεις; εἶπεν, οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;

ὄντος δὲ περὶ τούτου, ὡς εἰκὸς, ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατʼ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, ὁ μέν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηΐῳ δʼ ἦν μέν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις ἐπιεικῶς ἀλλήλοις.