Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῆς δὲ Κλωδίας ἀπηλλαγμένος, οὔσης ἀσελγοῦς καὶ πονηρᾶς, Σερουϊλίαν ἔγημεν, ἀδελφὴν Κάτωνος, οὐδὲ τοῦτον εὐτυχῆ γάμον. ἓν γὰρ οὐ προσῆν αὐτῷ τῶν Κλωδίας κακῶν μόνον, ἡ τῶν ἀδελφῶν διαβολή· τἆλλα δὲ βδελυρὰν ὁμοίως οὖσαν καὶ ἀκόλαστον ἠναγκάζετο φέρειν αἰδούμενος Κάτωνα, τέλος δὲ ἀπεῖπεν.

ἐλπίδας δὲ θαυμαστὰς τῇ βουλῇ παρασχών, ὡς ἐχούσῃ τὸν ἄνδρα τοῦτον ἀντίταγμα πρὸς τὴν τοῦ Πομπηίου τυραννίδα καὶ τῆς ἀριστοκρατίας

p.596
πρόμαχον ἀπὸ δόξης καὶ δυνάμεως ὁρμώμενον μεγάλης, ἐγκατέλιπε καὶ προήκατο τὴν πολιτείαν, εἴτε δυσκάθεκτον ἤδη καὶ νοσοῦσαν ὁρῶν εἴθʼ, ὥς φασιν ἔνιοι, μεστὸς ὢν δόξης καὶ πρὸς τὸ ῥᾷστον ἀναπίπτων τοῦ βίου καὶ μαλακώτατον ἐκ πολλῶν ἀγώνων καὶ πόνων οὐκ εὐτυχέστατον τέλος λαβόντων.

οἱ μὲν γὰρ ἐπαινοῦσιν αὐτοῦ τὴν

paris.1624.518
τοσαύτην μεταβολήν, τὸ Μαρίου πάθος μὴ παθόντος, ὃς ἐπὶ ταῖς Κιμβρικαῖς νίκαις καὶ τοῖς καλοῖς καὶ μεγάλοις ἐκείνοις κατορθώμασιν οὐκ ἠθέλησεν αὑτὸν ἀνεῖναι τιμῇ τοσαύτῃ ζηλωτόν, ἀλλʼ ἀπληστίᾳ δόξης καὶ ἀρχῆς νέοις ἀνδράσι γέρων ἀντιπολιτευόμενος εἰς ἔργα δεινὰ καὶ πάθη δεινότερα τῶν ἔργων ἐξώκειλε· βέλτιον δʼ ἂν καὶ Κικέρωνα γηρᾶσαι μετὰ Κατιλίναν ὑποστειλάμενον καὶ Σκηπίωνα Καρχηδόνι προσθέντα Νομαντίαν, εἶτα παυσάμενον·

εἶναι γάρ τινα καὶ πολιτικῆς περιόδου κατάλυσιν τῶν γὰρ ἀθλητικῶν ἀγώνων τοὺς πολιτικοὺς οὐδὲν ἧττον ἀκμῆς καὶ ὥρας ἐπιλιπούσης ἐλέγχεσθαι. οἱ δὲ περὶ τὸν Κράσσον καὶ Πομπήϊον ἐχλευάζον τὸν Λούκουλλον εἰς ἡδονὴν ἀφεικότα καὶ πολυτέλειαν αὑτόν, ὥσπερ οὐ τοῦ τρυφᾶν μᾶλλον τοῖς τηλικούτοις παρʼ ἡλικίαν ὄντος ἢ τοῦ πολιτεύεσθαι καὶ στρατηγεῖν.