Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν

paris.1624.517
θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδʼ ὁμοίως συνεστώσης, ἀλλʼ ὑπ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδʼ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων·
p.592

τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦτος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγράνου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο δʼ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐντυχών ἀπέδειξε τὸν Λούκουλλον οὐκ ἀφροσύνῃ καὶ μαλακίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγενόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον.

ὁ δὲ Λούκουλλος ἀναβὰς εἰς Ῥώμην πρῶτον μὲν κατέλαβε τὸν ἀδελφὸν Μᾶρκον ὑπὸ Γαΐου Μεμμίου κατηγορούμενον ἐφʼ οἷς ἔπραξε ταμιεύων Σύλλα προστάξαντος. ἐκείνου δʼ ἀποφυγόντος ἐπὶ τοῦτον αὐτὸν ὁ Μέμμιος μεταβαλόμενος παρώξυνε τὸν δῆμον, καὶ ὡς πολλὰ νενοσφισμένῳ καὶ μηκύναντι τὸν πόλεμον ἔπεισεν αὐτῷ μὴ δοῦναι θρίαμβον.

ἐλθόντος δʼ εἰς ἀγῶνα τοῦ Λουκούλλου μέγαν οἱ πρῶτοι καὶ δυνατώτατοι καταμίξαντες ἑαυτοὺς ταῖς φυλαῖς πολλῇ δεήσει καὶ σπουδῇ μόλις ἔπεισαν τὸν δῆμον ἐπιτρέψαι θριαμβεῦσαι, οὐχ, ὥσπερ ἔνιοι, μήκει τε πομπῆς καὶ πλήθει τῶν κομιζομένων ἐκπληκτικὸν καὶ ὀχλώδη θρίαμβον, ἀλλὰ τοῖς μὲν ὅπλοις τῶν πολεμίων οὖσι παμπόλλοις καὶ τοῖς βασιλικοῖς μηχανήμασι τὸν Φλαμίνειον ἱππόδρομον διεκόσμησε· καὶ θέα τις ἦν αὐτὴ καθʼ ἑαυτὴν οὐκ εὐκαταφρόνητος·

ἐν δὲ

p.594
τῇ πομπῇ τῶν τε καταφράκτων ἱππέων ὀλίγοι καὶ τῶν δρεπανηφόρων ἁρμάτων δέκα παρῆλθον, ἑξήκοντα δὲ φίλοι καὶ στρατηγοὶ τῶν βασιλικῶν, μακραὶ δὲ χαλκέμβολοι νῆες ἑκατὸν καὶ δέκα ἅμα παρεκομίσθησαν, αὐτοῦ τε Μιθριδάτου χρύσεος ἑξάπους κολοσσός, καὶ θυρεός τις διάλιθος, καὶ φορήματα εἴκοσι μὲν ἀργυρῶν σκευῶν, χρυσῶν δʼ ἐκπωμάτων καὶ ὅπλων καὶ νομίσματος δύο καὶ τριάκοντα.