Lucullus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐπελθὼν δὲ Λούκουλλος ὀλίγαις ὕστερον ἡμέραις Τριάριον μὲν ὑπὸ τῶν στρατιωτῶν ζητούμενον πρὸς ὀργὴν ἐξέκλεψε, Μιθριδάτου δὲ μὴ θέλοντος μάχεσθαι, ἀλλὰ Τιγράνην περιμένοντος ἤδη καταβαίνοντα μετὰ πολλῆς δυνάμεως, ἔγνω πρὶν ἀμφοτέρους συνελθεῖν πάλιν ἀπαντῆσαι καὶ διαγωνίσασθαι πρὸς τὸν Τιγράνην.
πορευομένῳ δʼ αὐτῷ καθʼ ὁδὸν οἱ Φιμβριανοὶ στασιάσαντες ἀπέλιπον τὰς τάξεις, ὡς ἀφειμένοι δόγματι τῆς
οἱ δʼ ἀπετρίβοντο τὰς δεξιώσεις καὶ κενὰ προσερρίπτουν βαλάντια, καὶ μόνον μάχεσθαι τοῖς πολεμίοις ἐκέλευον, ἀφʼ ὧν μόνος ἠπίστατο πλουτεῖν. οὐ μὴν ἀλλὰ τῶν ἄλλων στρατιωτῶν δεομένων ἐκβιασθέντες οἱ Φιμβριανοὶ συνέθεντο παραμεῖναι τὸ θέρος·
συνεῖχεν οὖν αὐτοὺς οὐκέτι προσβιαζόμενος οὐδὲ προάγων πρὸς μάχην, ἀλλʼ εἰ παραμένοιεν ἀγαπῶν, καὶ περιορῶν πορθουμένην ὑπὸ τοῦ Τιγράνου τὴν Καππαδοκίαν καὶ πάλιν ὑβρίζοντα Μιθριδάτην, ὃν αὐτὸς ἐπεστάλκει τῇ συγκλήτῳ γράφων καταπεπολεμῆσθαι· καὶ οἱ πρέσβεις παρῆσαν αὐτῷ πρὸς τὴν διάθεσιν τῶν ἐν Πόντῳ πραγμάτων, ὡς δὴ βεβαίως ἐχομένων.