Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἠνίων δʼ αὐτοὺς καὶ οἱ λοιποὶ χειμῶνες, ἢ γὰρ ἐν τῇ πολεμίᾳ διεχείμαζον ἢ παρὰ τοῖς συμμάχοις ὕπαιθροι σκηνοῦντες, εἰς δὲ πόλιν Ἑλληνίδα καὶ φίλην οὐδʼ ἅπαξ εἰσῆλθε μετὰ στρατοπέδου Λούκουλλος, οὕτω δὲ διακειμένοις αὐτοῖς τὰς μεγίστας ἐνέδωκαν ἀπὸ τῆς Ῥώμης οἱ δημαγωγοὶ προφάσεις, φθόνῳ τοῦ Λουκούλλου κατηγοροῦντες ὡς ὑπὸ φιλαρχίας καὶ φιλοπλουτίας ἕλκοντος τὸν πόλεμον καὶ μονονοὺ κατέχοντος ἐν ταὐτῷ Κιλικίαν, Ἀσίαν, Βιθυνίαν, Παφλαγονίαν, Γαλατίαν, Πόντον, Ἀρμενίαν, τὰ μέχρι Φάσιδος, νυνὶ δὲ καὶ τὰ Τιγράνου βασίλεια πεπορθηκότος, ὥσπερ ἐκδῦσαι τοὺς βασιλεῖς, οὐ καταπολεμῆσαι πεμφθέντος.

τοῦτο γὰρ εἰπεῖν φασιν ἕνα τῶν στρατηγῶν Λεύκιον Κόϊντον, ὑφʼ οὗ μάλιστα πεισθέντες ἐψηφίσαντο πέμπειν διαδόχους τῷ Λουκούλλῳ τῆς ἐπαρχίας, ἐψηφίσαντο δὲ καὶ τῶν ὑπʼ αὐτῷ στρατευομένων πολλοὺς

paris.1624.515
ἀφεῖσθαι στρατείας.
p.582

τούτοις δὲ τηλικούτοις οὖσι προσγίνεται τὸ μάλιστα Λουκούλλῳ διειργασμένον τὰς πράξεις, Πόπλιος Κλώδιος, ἀνὴρ ὑβριστὴς καὶ μεστὸς ὀλιγωρίας ἁπάσης καὶ θρασύτητος. ἦν δὲ τῆς Λουκούλλου γυναικὸς ἀδελφός, ἣν καὶ διαφθείρειν ἔσχεν αἰτίαν ἀκολαστοτάτην οὖσαν.

τότε δὲ τῷ Λουκούλλῳ συστρατεύων οὐχ ὅσης αὑτὸν ἠξίου τιμῆς ἐτύγχανεν ἠξίου δὲ πρῶτος εἶναι, καὶ πολλῶν ἀπολειπόμενος διὰ τὸν τρόπον ὑποικούρει τὴν Φιμβριανὴν στρατιὰν καὶ παρώξυνε κατὰ τοῦ Λουκούλλου, λόγους χρηστοὺς εἰς οὐκ ἄκοντας οὐδʼ ἀήθεις τοῦ δημαγωγεῖσθαι διαδιδούς. οὗτοι γὰρ ἦσαν, οὓς καὶ πρότερον ἀνέπεισε Φιμβρίας ἀποκτείναντας τὸν ὕπατον Φλάκκον αὑτὸν ἑλέσθαι στρατηγόν.