Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκ τούτου Λούκουλλος μὲν ἐπηρμένος καὶ τεθαρρηκὼς ἄνω προάγειν διενοεῖτο καὶ καταστρέφεσθαι τὴν βάρβαρον ὥρᾳ δʼ ἰσημερίας φθινοπωρινῆς οὐκ ἂν ἐλπίσαντι χειμῶνες ἐπέπεσον βαρεῖς, τὰ μὲν πλεῖστα κατανίφοντες, ἐν δὲ ταῖς αἰθρίαις πάχνην ἐπιφέροντες καὶ πάγον, ὑφʼ οὗ χαλεποὶ μὲν ἦσαν οἱ ποταμοὶ τοῖς ἵπποις πίνεσθαι διὰ ψυχρότητος ὑπερβολήν, χαλεπαὶ δʼ αὐτῶν αἱ διαβάσεις ἐκρηγνυμένου τοῦ κρυστάλλου καὶ διακόπτοντος τὰ νεῦρα τῶν ἵππων τῇ τραχύτητι.

τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς

paris.1624.514
νυκτερεύοντας, οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λουκούλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο,. πρῶτον δεόμενοι καὶ τοὺς χιλιάρχους προσπέμποντες, ἔπειτα θορυβωδέστερον συνιστάμενοι καὶ κατὰ σκηνὰς νυκτὸς ἀλαλάζοντες, ὅπερ εἶναι δοκεῖ σύμβολον ἀποστατικῶς ἐχούσης στρατιᾶς.

καίτοι πολλὰ προσελιπάρει Λούκουλλος ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς

p.578
ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθίστου, τὸν Ἀννίβαν λέγων, ἔργον ἀνατρέψωσιν. ὡς δʼ οὐκ ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω καὶ κατʼ ἄλλας ὑπερβολὰς διελθὼν τὸν Ταῦρον εἰς τὴν λεγομένην Μυγδονικὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν βάρβαροι Νίσιβιν, οἱ δʼ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν προσηγόρευον.

ταύτην εἶχεν ἀξιώματι μὲν ἀδελφὸς Τιγράνου Γούρας, ἐμπειρίᾳ δὲ καὶ δεινότητι μηχανικῇ Καλλίμαχος ὁ καὶ περὶ Ἀμισὸν πλεῖστα πράγματα Λουκούλλῳ παρασχών, βαλόμενος δὲ στρατόπεδον καὶ πᾶσαν ἰδέαν πολιορκίας ἐπαγαγών ὀλίγῳ χρόνῳ κατὰ κράτος λαμβάνει τὴν πόλιν.

καὶ Γούρᾳ μὲν ἑαυτὸν ἐγχειρίσαντι φιλανθρώπως ἐχρήσατο, Καλλιμάχῳ δʼ ὑπισχνουμένῳ θήκας ἀπορρήτους μεγάλων χρημάτων ἀνακαλύψειν οὐ προσέσχεν, ἀλλʼ ἐκέλευσεν ἐν πέδαις κομίζεσθαι δίκην ὑφέξοντα τοῦ πυρὸς, ᾧ τὴν Ἀμισηνῶν διαλυμηνάμενος πόλιν ἀφείλετο φιλοτιμίαν αὐτοῦ καὶ χρηστότητος ἐπίδειξιν πρὸς τοὺς Ἕλληνας.