Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐνταῦθα καὶ παρὰ τοῦ Πάρθων βασιλέως ἧκε πρεσβεία παρʼ αὐτόν εἰς φιλίαν προκαλουμένου καὶ συμμαχίαν. ἦν δʼ ἀσμένῳ ταῦτα τῷ Λουκούλλῳ· καὶ πάλιν ἀντέπεμψε παρʼ ἑαυτοῦ πρεσβείαν πρὸς τὸν Πάρθον, οἳ κατεφώρασαν αὐτόν ἐπαμφοτερίζοντα τῇ γνώμῃ καὶ μισθὸν αἰτοῦντα κρύφα τοῦ συμμαχῆσαι τῷ Τιγράνῃ τὴν Μεσοποταμίαν.

ὡς οὖν ταῦθʼ ὁ Λούκουλλος ᾔσθετο, Τιγράνην μὲν ἔγνω καὶ Μιθριδάτην παρελθεῖν ὥσπερ ἀνταγωνιστὰς ἀπειρηκότας, ἀποπειρᾶσθαι δὲ τῆς Πάρθων δυνάμεως καὶ στρατεύειν ἐπʼ αὐτούς, καλὸν ἡγούμενος μιᾷ ῥύμῃ πολέμου τρεῖς ἐφεξῆς ὥσπερ ἀθλητὴς βασιλεῖς καταπαλαῖσαι καὶ διὰ τριῶν τῶν ὑπὸ τὸν ἥλιον μεγίστων ἡγεμονιῶν ἀήττητος καὶ νικῶν διεξελθεῖν.

ἔπεμψεν οὖν εἰς Πόντον τοῖς περὶ Σωρνάτιον ἡγεμόσιν ἐπιστείλας ἄγειν τὴν ἐκεῖ στρατιὰν πρὸς αὐτόν, ὡς ἐκ τῆς Γορδυηνῆς ἀναβησόμενος. οἱ δὲ καὶ πρότερον χαλεποῖς χρώμενοι καὶ δυσπειθέσι τοῖς στρατιώταις τότε παντελῶς ἀπεκάλυψαν αὐτῶν τὴν ἀκολασίαν, οὐδενὶ τρόπῳ πειθοῦς οὐδʼ ἀνάγκης εὑρόμενοι προσαγαγέσθαι μαρτυρομένους καὶ βοῶντας, ὡς οὐδʼ αὐτόθι μενοῦσιν, ἀλλʼ οἰχήσονται τὸν Πόντον ἔρημον ἀπολιπόντες.

ταῦτα πρὸς Λούκουλλον ἀπαγγελθέντα καὶ τοὺς ἐκεῖ προσδιέφθειρε στρατιώτας, ἤδη μὲν ὑπὸ πλούτου καὶ τρυφῆς βαρεῖς γεγονότας πρὸς τὴν στρατείαν καὶ σχολῆς δεομένους, ὡς δὲ τὴν ἐκείνων ἐπύθοντο παρρησίαν,

p.572
ἄνδρας αὐτοὺς ἀπεκάλουν καὶ μιμητέον αὐτοὺς ἔφασαν εἶναι· πολλὰ γὰρ αὐτοῖς ἄξια σωτηρίας καὶ ἀναπαύσεως κατειργάσθαι.