Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δʼ ἀπέλιπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζόμενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον τῶν πολυτελῶν,

p.478
τὸ μὲν πρῶτον ὁ Λούκουλλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀποπλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν.

ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσοι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὑτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν ἀναμενῶν.

εἶτα πλοῦ φανέντος ἐξαπίνης κατασπάσας τὰς ναῦς ἀνήχθη, καὶ μεθʼ ἡμέραν μὲν ὑφειμένοις πλέων τοῖς ἱστίοις καὶ ταπεινοῖς, νύκτωρ δʼ ἐπαιρομένοις εἰς Ῥόδον ἐσώθη. Ῥοδίων δὲ ναῦς αὐτῷ προσπαρασχόντων Κῴους ἔπεισε καὶ Κνιδίους τῶν βασιλικῶν ἀπαλλαγέντας ἐπὶ Σαμίους συστρατεύειν. ἐκ δὲ Χίου τοὺς βασιλικοὺς αὐτὸς ἐξήλασε, Κολοφωνίους δʼ ἠλευθέρωσε συλλαβὼν Ἐπίγονον τὸν τύραννον αὐτῶν.

ἐτύγχανε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτάνην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀνδρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι καὶ πολεμεῖν ἀπεγνωκώς.

ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος πρὸς Λούκουλλον ἔπεμπεν, ἥκειν τῷ στόλῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον

p.480
καὶ πολεμιώτατον βασιλέων, ὡς μὴ τὸ μέγα καὶ διὰ πολλῶν ἀγώνων καὶ πόνων διωκόμενον ἆθλον ἐκφύγοι Ῥωμαίους, Μιθριδάτης εἰς λαβὰς ἥκων καὶ γεγονὼς ἐντὸς ἀρκύων, οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον·

ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα, τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον, ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λούκουλλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πόλεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν.