Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

βουλόμενος δέ τι καὶ αὐτὸς ὁ Τιγράνης χαρίεις εἶναι καὶ σκωπτικός εἶπε τὸ θρυλούμενον· εἰ μὲν ὡς πρεσβευταί, πολλοὶ πάρεισιν εἰ δʼ ὡς στρατιῶται, ὀλίγοι. καὶ τότε μὲν οὕτως εἰρωνευόμενοι καὶ παίζοντες διετέλεσαν, ἅμα δʼ ἡμέρᾳ Λούκουλλος ὡπλισμένην τὴν δύναμιν ἐξῆγε. καὶ πρὸς ἕω μὲν

paris.1624.510
ἦν τοῦ ποταμοῦ τὸ βαρβαρικὸν στράτευμα· τοῦ δὲ ῥεύματος ἀποστροφὴν λαμβάνοντος ἐπὶ τὰς δύσεις, ᾗ μάλιστα περάσιμον ἦν, ἀντιπαρεξάγων τὴν δύναμιν καὶ σπεύδων ἔδοξεν ἀποχωρεῖν τῷ Τιγράνῃ.

καὶ καλέσας τὸν Ταξίλην ἅμα γέλωτι τοὺς ἀμάχους, ἔφη, Ῥωμαίων ὁπλίτας οὐχ ὁρᾷς φεύγοντας; καὶ ὁ Ταξίλης βουλοίμην ἄν, εἶπεν, ὦ βασιλεῦ, γενέσθαι τι τῷ σῷ δαίμονι τῶν παραλόγων, ἀλλʼ οὔτʼ ἐσθῆτα λαμπρὰν οἱ ἄνδρες λαμβάνουσιν ὁδοιποροῦντες οὔτε θυρεοῖς ἐκκεκαθαρμένοις χρῶνται καὶ κράνεσι γυμνοῖς, ὥσπερ νῦν τὰ σκύτινα τῶν ὅπλων σκεπάσματα περισπάσαντες, ἀλλὰ μαχουμένων ἐστὶν ἡ λαμπρότης αὕτη καὶ βαδιζόντων ἤδη πρὸς τοὺς πολεμίους·

ταῦτα λέγοντος ἔτι τοῦ Ταξίλου καταφανὴς ἦν πρῶτος ἀετὸς ἐπιστρέφοντος τοῦ Λουκούλλου καὶ τάξιν αἱ σπεῖραι κατὰ λόχους λαμβάνουσαι πρὸς τὴν διάβασιν καὶ μόλις ὥσπερ ἐκ μέθης τινὸς ἀναφέρων ὁ Τιγράνης δὶς ἢ τρὶς ἐξέκραγεν· ἐφʼ ἡμᾶς οἱ ἄνδρες; ὥστε θορύβῳ πολλῷ τὸ πλῆθος εἰς τάξιν καθίστασθαι, βασιλέως μὲν αὐτοῦ τὸ μέσον ἔχοντος, τῶν δὲ κεράτων τὸ μὲν ἀριστερὸν τῷ Ἀδιαβηνῷ, τὸ δὲ δεξιὸν τῷ Μήδῳ παραδόντος,

p.560
ἐφʼ οὗ καὶ τῶν καταφράκτων ἐν προτάγματι τὸ πλεῖστον ἦν.

Λουκούλλῳ δὲ μέλλοντι διαβαίνειν τὸν ποταμὸν ἔνιοι τῶν ἡγεμόνων παρῄνουν φυλάττεσθαι τὴν ἡμέραν μίαν οὖσαν τῶν ἀποφράδων, ἃς μελαίνας καλοῦσιν· ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ ἡ μετὰ Καιπίωνος ἀπώλετο στρατιὰ συμβαλοῦσα Κίμβροις. ὁ δʼ ἀπεκρίνατο τὴν μνημονευομένην φωνήν. ἐγὼ γάρ, ἔφη, καὶ ταύτην εὐτυχῆ ποιήσω Ῥωμαίοις τὴν ἡμέραν. ᾖν δὲ πρὸ μιᾶς νωνῶν Ὀκτωβρίων.

ταῦτα δʼ εἰπὼν καὶ θαρρεῖν κελεύσας τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δὲ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαίνων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον[*](δέον Coraës, Sintenis and Bekker, after Reiske; δέοι MSS., including S.) ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖν[*](συναιρεῖν Coraës and Bekker, after Reiske; συναιρήσειν (S) and συναιρήσει MSS.: συναιρήσων, a suggestion of Reiske’s.) τὴν διατοξεύσιμον χώραν τῷ τάχει τῆς ἐπαγωγῆς.