Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὕτω δὲ τούτων προχωρούντων ἄρας ὁ Λούκουλλος ἐπορεύετο πρὸς Τιγρανόκερτα, καὶ περιστρατοπεδεύσας ἐπολιόρκει τὴν πόλιν. ἦσαν δʼ ἐν αὐτῇ πολλοὶ μὲν Ἕλληνες τῶν ἀναστάτων ἐκ Κιλικίας, πολλοὶ δὲ βάρβαροι τοῖς Ἕλλησιν ὅμοια πεπονθότες, Ἀδιαβηνοὶ καὶ Ἀσσύριοι καὶ Γορδυηνοὶ καὶ Καππάδοκες, ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκασεν.

ἦν δὲ καὶ χρημάτων ἡ πόλις μεστὴ καὶ ἀναθημάτων, παντὸς ἰδιώτου καὶ δυνάστου τῷ βασιλεῖ συμφιλοτιμουμένου πρὸς αὔξησιν καὶ κατασκευὴν τῆς πόλεως, διὸ καὶ συντόνως ἐπολιόρκει ὁ Λούκουλλος αὐτήν, οὐκ ἀνέξεσθαι τὸν Τιγράνην οἰόμενος, ἀλλὰ καὶ παρὰ γνώμην ὑπʼ ὀργῆς καταβήσεσθαι διαμαχούμενον, ὀρθῶς οἰόμενος.

πολλὰ δὲ Μιθριδάτης ἀπηγόρευσεν ἀγγέλους πέμπων καὶ γράμματα μὴ συνάπτειν μάχην, ἀλλὰ τοῖς ἱππεῦσι περικόπτειν τὴν ἀγοράν

p.554
πολλὰ δὲ Ταξίλης ἥκων παρʼ αὐτοῦ καὶ συστρατεύων
paris.1624.509
ἐδεῖτο τοῦ βασιλέως φυλάττεσθαι καὶ φεύγειν ὡς ἄμαχον πρᾶγμα τὰ Ῥωμαίων ὅπλα.

καὶ τά γε πρῶτα πρᾴως ἤκουε τούτων, ἐπεὶ δὲ πανστρατιᾷ μὲν αὐτῷ συνῆλθον Ἀρμένιοι καὶ Γορδυηνοί, πανστρατιᾷ δὲ Μήδους καὶ Ἀδιαβηνοὺς ἄγοντες οἱ βασιλεῖς παρῆσαν, ἧκον δὲ πολλοὶ μὲν ἀπὸ τῆς ἐν Βαβυλῶνι θαλάσσης Ἄραβες, πολλοὶ δὲ ἀπὸ τῆς Κασπίας Ἀλβανοὶ καὶ Ἴβηρες Ἀλβανοῖς προσοικοῦντες, οὐκ ὀλίγοι δὲ τῶν περὶ τὸν Ἀράξην νεμομένων ἀβασίλευτοι χάριτι καὶ δώροις πεισθέντες ἀπήντησαν, ἐλπίδων δὲ καὶ θράσους καὶ βαρβαρικῶν ἀπειλῶν μεστὰ μὲν ἦν τὰ συμπόσια τοῦ βασιλέως, μεστὰ δὲ τὰ συμβούλια, παρεκινδύνευσε μὲν ὁ Ταξίλης ἀποθανεῖν ὑπεναντιούμενος τῇ γνώμῃ τῆς μάχης, ἐδόκει δὲ καὶ Μιθριδάτης φθονῶν ἀποτρέπειν μεγάλου κατορθώματος.

ὅθεν οὐδʼ ἀνέμεινεν αὐτὸν ὁ Τιγράνης, μὴ μετάσχοι τῆς δόξης, ἀλλʼ ἐχώρει παντὶ τῷ στρατῷ σφόδρα δυσφορῶν, ὡς λέγεται, πρὸς τοὺς φίλους, ὅτι πρὸς Λούκουλλον αὐτῷ μόνον, οὐ πρὸς ἅπαντας ὁ ἀγὼν ἔσοιτο τοὺς Ῥωμαίων στρατηγοὺς ἐν ταὐτῷ γενομένους. καὶ οὐ παντάπασιν ἦν τὸ θράσος αὐτοῦ μανιῶδες οὐδʼ ἄλογον, ἔθνη τοσαῦτα καὶ βασιλεῖς ἑπομένους καὶ φάλαγγας ὁπλιτῶν καὶ μυριάδας ἱππέων ἀποβλέποντος.

τοξότας μὲν γὰρ καὶ σφενδονήτας δισμυρίους ἦγεν, ἱππεῖς δὲ πεντακισμυρίους καὶ πεντακισχιλίους, ὧν ἑπτακισχίλιοι καὶ μύριοι κατάφρακτοι ἦσαν, ὡς Λούκουλλος ἔγραψε πρὸς τὴν σύγκλητον, ὁπλιτῶν δέ, τῶν μὲν εἰς σπείρας, τῶν

p.556
δʼ εἰς φάλαγγας συντεταγμένων, πεντεκαίδεκα μυριάδας, ὁδοποιοὺς δὲ καὶ γεφυρωτὰς καὶ καθαρτὰς ποταμῶν καὶ ὑλοτόμους καὶ τῶν ἄλλων χρειῶν ὑπηρέτας τρισμυρίους καὶ πεντακισχιλίους, οἳ τοῖς μαχομένοις ἐπιτεταγμένοι κατόπιν ὄψιν ἅμα καὶ ῥώμην παρεῖχον.