Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπʼ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια.

κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δʼ ὑστεραίᾳ καὶ

paris.1624.508
ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν ἐκεῖνο, ἔφη, μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ταῦτα δʼ ἀπόκειται τοῖς νικῶσι. συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.

Τιγράνῃ δʼ, ὡς ὁ πρῶτος ἀγγείλας ἥκοντα Λούκουλλον οὐκ ἐχαίρησεν, ἀλλʼ ἀπετέτμητο τὴν κεφαλήν, οὐδεὶς ἄλλος ἔφραζεν, ἀλλʼ ἀγνοῶν καθῆστο περικαιόμενος ἤδη τῷ πολεμίῳ

p.550
πυρί, λόγους ἀκούων πρὸς χάριν, ὡς μέγαν ὄντα Λούκουλλον στρατηγόν, εἰ πρὸς Ἐφέσῳ Τιγράνην ὑποσταίη καὶ μὴ φεύγων εὐθὺς ἐξ Ἀσίας οἴχοιτο τὰς τοσαύτας μυριάδας ἰδών.

οὕτως οὔτε σώματος παντός ἐστι πολὺν ἄκρατον ἐνεγκεῖν οὔτε διανοίας τῆς τυχούσης ἐν εὐτυχήμασι μεγάλοις μὴ ἐκστῆναι τῶν λογισμῶν, πρῶτος δʼ αὐτῷ τῶν φίλων ἐτόλμησε Μιθροβαρζάνης φράσαι τὸ ἀληθές, οὐδʼ οὗτος δὲ χρηστὸν ἠνέγκατο γέρας τῆς παρρησίας. ἐπέμφθη γὰρ εὐθὺς ἐπὶ τὸν Λούκουλλον σὺν ἱππεῦσι τρισχιλίοις, πεζοῖς δὲ παμπόλλοις, κελευσθεὶς τὸν μὲν στρατηγὸν ἄγειν ζῶντα, τοὺς δʼ ἄλλους καταπατῆσαι.

Λουκούλλῳ δὲ τῆς στρατιᾶς ἡ μὲν ἤδη κατεζεύγνυεν, ἡ δὲ ἔτι προσῄει. τῶν δὲ σκοπῶν αὐτῷ φρασάντων ἐπελαύνοντα τὸν βάρβαρον, ἔδεισε μὴ χωρὶς ὄντας καὶ οὐκ ἐν τάξει προσπεσὼν ταράξῃ. καὶ αὐτὸς μὲν καθίστατο τὴν στρατοπεδείαν, Σεξτίλιον δὲ πρεσβευτὴν ἔπεμψεν ἱππεῖς ἔχοντα χιλίους ἑξακοσίους, ὁπλίτας δὲ καὶ ψιλοὺς οὐ πολλῷ πλείονας,

κελεύσας ἐγγὺς προσελθόντα τοῖς πολεμίοις μένειν, ἕως ἂν πύθηται τοὺς μετʼ αὐτοῦ κατεστρατοπεδευκότας. ἐβούλετο μὲν οὖν ὁ Σεξτίλιος ταῦτα ποιεῖν, ἐβιάσθη δʼ ὑπὸ τοῦ Μιθροβαρζάνου θρασέως ἐπελαύνοντος εἰς χεῖρας ἐλθεῖν. καὶ γενομένης μάχης ὁ μὲν Μιθροβαρζάνης ἔπεσεν ἀγωνιζόμενος, οἱ δʼ ἄλλοι φεύγοντες ἀπώλοντο πλὴν ὀλίγων ἅπαντες.

ἐκ τούτου Τιγράνης μὲν ἐκλιπὼν Τιγρανόκερτα, μεγάλην πόλιν ἐκτισμένην ὑπʼ αὐτοῦ,

p.552
πρὸς τὸν Ταῦρον ἀνεχώρησε καὶ τὰς δυνάμεις πανταχόθεν ἐνταῦθα συνῆγε, Λούκουλλος δὲ τῇ παρασκευῇ χρόνον οὐ διδούς Μουρήναν μὲν ἐξέπεμψεν ἐνοχλήσοντα καὶ περικόψοντα τοὺς ἀθροιζομένους πρὸς τὸν Τιγράνην, Σεξτίλιον δὲ πάλιν Ἀράβων χεῖρα μεγάλην ἀνείρξοντα βασιλεῖ προσιοῦσαν·