Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

αἰσθόμενος δʼ ὁ Λούκουλλος καὶ παρελθὼν εἰς τὴν πόλιν ὀκτακισχιλίους αὐτῶν τοὺς ἐγκαταλειφθέντας ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἀπέδωκε τὰ οἰκεῖα καὶ τῆς πόλεως ἐπεμελήθη μάλιστα διὰ τὴν τοιαύτην ὄψιν. ἐδόκει τινὰ κατὰ τοὺς ὕπνους εἰπεῖν παραστάντα πρόελθε, Λούκουλλε, μικρόν ἥκει γὰρ Αὐτόλυκος ἐντυχεῖν σοι βουλόμενος.

ἐξαναστὰς δὲ τὴν μὲν ὄψιν οὐκ εἶχε συμβαλεῖν εἰς ὅ τι φέροι, τὴν δὲ πόλιν εἷλε κατʼ ἐκείνην τὴν ἡμέραν, καὶ τοὺς ἐκπλέοντας τῶν Κιλίκων διώκων ὁρᾷ παρὰ τὸν αἰγιαλὸν ἀνδριάντα κείμενον, ὃν ἐκκομίζοντες οἱ Κίλικες οὐκ ἔφθησαν ἐμβαλέσθαι τὸ δʼ ἔργον ἦν Σθένιδος τῶν καλῶν, φράζει οὖν τις, ὡς Αὐτολύκου τοῦ κτίσαντος τὴν Σινώπην ὁ ἀνδριὰς εἴη.

p.544

λέγεται δʼ ὁ Αὐτόλυκος γενέσθαι τῶν ἐπὶ τὰς Ἀμαζόνας ἐκ Θετταλίας Ἡρακλεῖ συστρατευσάντων, Δηιμάχου παῖς· ἐκεῖθεν δʼ ἀποπλέων ἅμα Δημολέοντι καὶ Φλογίῳ τὴν μὲν ναῦν ἀπολέσαι περιπεσοῦσαν τῆς Χερρονήσου κατὰ τὸ καλούμενον Πηδάλιον, αὐτὸς δὲ σωθεὶς μετὰ τῶν ὅπλων

paris.1624.507
καὶ τῶν ἑταίρων πρὸς τὴν Σινώπην ἀφελέσθαι τοὺς Σύρους τὴν πόλιν·

Σύροι γὰρ αὐτὴν κατεῖχον ἀπὸ Σύρου γεγονότες τοῦ Ἀπόλλωνος, ὡς λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. ταῦτʼ ἀκούων ὁ Λούκουλλος ἀνεμιμνῄσκετο τῆς Σύλλα παραινέσεως· παρῄνει δὲ διὰ τῶν ὑπομνημάτων ἐκεῖνος μηδὲν οὕτως ἀξιόπιστον ἡγεῖσθαι καὶ βέβαιον, ὡς ὅ τι ἂν ἀποσημανθῇ διὰ τῶν ἐνυπνίων.

πυνθανόμενος δὲ Μιθριδάτην τε καὶ Τιγράνην εἰς Λυκαονίαν καὶ Κιλικίαν ὅσον οὔπω διαβιβάζειν δύναμιν ὡς προτέρους ἐμβαλοῦντας εἰς τὴν Ἀσίαν, ἐθαύμαζε τὸν Ἀρμένιον, εἰ γνώμην ἔχων ἐπιθέσθαι Ῥωμαίοις, ἀκμάζοντι μὲν οὐκ ἐχρῆτο Μιθριδάτῃ πρὸς τὸν πόλεμον, οὐδʼ ἐρρωμένοις τοῖς ἐκείνου τὰ παρʼ αὑτοῦ συνῆπτεν, ἀπολέσθαι δʼ ἐάσας καὶ συντριβῆναι νῦν ἐπὶ ψυχραῖς ἐλπίσιν ἄρχεται πολέμου τοῖς ἀναστῆναι μὴ δυναμένοις συγκαταβάλλων ἑαυτόν.

ἐπειδὴ δὲ καὶ Μαχάρης ὁ Μιθριδάτου παῖς ἔχων τὸν Βόσπορον ἔπεμψεν αὐτῷ στέφανον ἀπὸ χρυσῶν χιλίων, δεόμενος Ῥωμαίων ἀναγραφῆναι φίλος καὶ σύμμαχος, ἤδη οἰόμενος τὰ τοῦ προτέρου πολέμου πέρας ἔχειν Σωρνάτιον

p.546
μὲν αὐτοῦ φύλακα τῶν Ποντικῶν ἀπέλιπε μετὰ στρατιωτῶν ἑξακισχιλίων,

αὐτὸς δὲ μυρίους μὲν ἄγων καὶ δισχιλίους πεζούς, ἱππεῖς δὲ τρισχιλίων ἐλάττους, ἐπὶ τὸν δεύτερον ἐχώρει πόλεμον, ὁρμῇ τινι δοκῶν παραβόλῳ καὶ σωτήριον οὐκ ἐχούσῃ λογισμὸν ἐμβαλεῖν αὑτὸν εἰς ἔθνη μάχιμα καὶ μυριάδας ἱππέων πολλὰς καὶ ἀχανῆ χώραν, βαθέσι μὲν ποταμοῖς, ἀεὶ δὲ κατανιφομένοις ὄρεσι περιεχομένην,