Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταύτην μέντοι τὴν τραγῳδίαν οὐχ ὑποτρέσας οὐδʼ ἐκπλαγεὶς ὁ Ἄππιος, ὡς ἔτυχε λόγου πρῶτον, ἄντικρυς ἥκειν ἔφη Μιθριδάτην ἀπάξων ὀφειλόμενον τοῖς Λουκούλλου θριάμβοις ἢ καταγγελῶν Τιγράνῃ πόλεμον, ὥστε τὸν Τιγράνην, καίπερ ἐν διαχύσει τοῦ προσώπου καὶ μειδιάματι πεπλασμένῳ πειρώμενον ἀκούειν τῶν λόγων, μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου, φωνῆς σχεδὸν ἐλευθέρας ἀκούοντα

p.538
διὰ πέντε καὶ εἴκοσιν ἐτῶν τοσαῦτα γὰρ ἐβασίλευσε, μᾶλλον δὲ ὕβρισεν.

ἀπεκρίνατο μὲν οὖν τῷ Ἀππίῳ μὴ προήσεσθαι Μιθριδάτην, καὶ Ῥωμαίους πολέμου ἄρχοντας ἀμυνεῖθαι. Λουκούλλῳ δʼ ὀργιζόμενος, ὅτι βασιλέα μόνον αὐτόν, οὐ βασιλέων ἐν τῇ ἐπιστολῇ προσηγόρευσεν, οὐδʼ αὐτὸς ἀντιγράφων αὐτοκράτορα προσεῖπεν. ἔπεμψε δὲ δῶρα τῷ Ἀππίῳ λαμπρά, καὶ μὴ λαβόντος ἄλλα πλείω προσέθηκεν. ἐκ τούτων ὁ Ἄππιος οὐκ ἐθέλων δοκεῖν ἔχθρᾳ τινὶ διωθεῖσθαι φιάλην δεξάμενος μίαν ἀπέπεμψε τὰ λοιπά, καὶ διὰ ταχέων ἀπήλαυνε πρὸς τὸν αὐτοκράτορα.

Τιγράνης δὲ Μιθριδάτην πρότερον μὲν οὐδὲ ἰδεῖν ἠξίωσεν οὐδὲ προσειπεῖν οἰκεῖον ἄνδρα βασιλείας ἐκπεπτωκότα τηλικαύτης, ἀλλʼ ἀτίμως καὶ ὑπερηφάνως ἀπωτάτω περιεῖδεν αὐτὸν τρόπον τινὰ φρουρούμενον ἐν χωρίοις ἑλώδεσι καὶ νοσεροῖς· τότε δὲ σὺν τιμῇ καὶ φιλοφροσύνῃ μετεπέμψατο αὐτὸν εἰς τὰ βασίλεια.

καὶ δὴ λόγων γενομένων ἀπορρήτων τὰς πρὸς ἀλλήλους

paris.1624.506
ἐθεράπευον ὑποψίας ἐπὶ κακῷ τῶν φίλων, εἰς ἐκείνους τὰς αἰτίας τρέποντες. ὧν ἦν καὶ Μητρόδωρος ὁ Σκήψιος, ἀνὴρ εἰπεῖν οὐκ ἀηδὴς καὶ πολυμαθής, ἀκμῇ δὲ φιλίας τοσαύτῃ χρησάμενος, ὥστε πατὴρ προσαγορεύεσθαι τοῦ βασιλέως.

τοῦτον, ὡς ἔοικεν, ὁ Τιγράνης πεμφθέντα πρεσβευτὴν ὑπὸ τοῦ Μιθριδάτου πρὸς αὐτὸν

p.540
δεομένου βοηθεῖν ἐπὶ Ῥωμαίους ἤρετο· σὺ δʼ αὐτὸς, ὦ Μητρόδωρε, τί μοι περὶ τούτων παραινεῖς; κἀκεῖνος εἴτε πρὸς τὸ Τιγράνου συμφέρον εἴτε Μιθριδάτην σῴζεσθαι μὴ βουλόμενος, ὡς μὲν πρεσβευτὴς ἔφη κελεύειν, ὡς δὲ σύμβουλος ἀπαγορεύειν. ταῦτʼ ἐξήνεγκεν ὁ Τιγράνης τῷ Μιθριδάτῃ καὶ κατεῖπεν ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον. ὁ δʼ εὐθὺς ἀνῄρητο·

καὶ μετάνοια τὸν Τιγράνην εἶχεν, οὐ παντελῶς ὄντα τῷ Μητροδώρῳ τῆς συμφορᾶς αἴτιον, ἀλλὰ ῥοπήν τινα τῷ πρὸς αὐτὸν ἔχθει τοῦ Μιθριδάτου προσθέντα. πάλαι γὰρ ὑπούλως εἶχε πρὸς τὸν ἄνδρα, καὶ τοῦτʼ ἐφωράθη τῶν ἀπορρήτων αὐτοῦ γραμμάτων ἁλόντων, ἐν οἷς ἦν καὶ Μητρόδωρον ἀπολέσθαι διατεταγμένον. ἔθαψεν οὖν ὁ Τιγράνης λαμπρῶς τὸ σῶμα, μηδεμιᾶς πολυτελείας φεισάμενος εἰς νεκρὸν ὃν ζῶντα προὔδωκεν.

ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ὁ ῥήτωρ, εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς Ἀθήνας, λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δʼ αὐτόθι σοφιστεύειν ὑπεριδεῖν καταλαζονευσάμενον, ὡς οὐδὲ λεκάνη δελφῖνα χωροίη, μεταστάντα δὲ πρὸς Κλεοπάτραν τὴν Μιθριδάτου θυγατέρα, Τιγράνῃ δὲ συνοικοῦσαν ἐν διαβολῇ γενέσθαι ταχύ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμιξίας εἰργόμενον ἀποκαρτερῆσαι· ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας καὶ

p.542
κεῖσθαι περὶ Σαφάν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον.