Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην ἦν δὲ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε

paris.1624.505
Λουκούλλῳ συνοικούσης πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύκλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύσαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς, καὶ διʼ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας εἷς Ἀντιόχειαν ἧκε τὴν ἐπὶ Δάφνης.

ἔπειτα Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος, πολλοὺς μὲν ᾠκειώσατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπομέναις πρὸς αὑτὸν ὑπέσχετο τὴν Λουκούλλου βοήθειαν, ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν.

ἦν γὰρ οὐκ ἀνασχετὸς ἡ τῶν Ἀρμενίων ἀρχὴ

p.536
τοῖς Ἕλλησιν, ἀλλὰ χαλεπή καὶ μάλιστα τοῦ βασιλέως αὐτοῦ τὸ φρόνημα τραγικὸν καὶ ὑπέρογκον ἐν ταῖς μεγάλαις εὐτυχίαις ἐγεγόνει, πάντων, ὅσα ζηλοῦσιν οἱ πολλοὶ καὶ θαυμάζουσιν, οὐ μόνον ὄντων περὶ αὐτόν, ἀλλὰ καὶ διʼ αὑτὸν γεγονέναι δοκούντων.

ἀρξάμενος γὰρ ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἐλπίδος ἔθνη πολλὰ κατεστρέψατο, καὶ τὴν Πάρθων, ὡς ἄλλος οὐδεὶς, δύναμιν ἐταπείνωσεν, Ἑλλήνων δὲ τὴν Μεσοποταμίαν ἐνέπλησε, πολλοὺς μὲν ἐκ Κιλικίας, πολλοὺς δʼ ἐκ Καππαδοκίας ἀνασπάστους κατοικίζων. ἐκίνησε δʼ ἐξ ἠθῶν καὶ Ἄραβας τοὺς Σκηνίτας μεταγαγὼν καὶ πλησίον ἱδρύσας, ὅπως χρῷτο διʼ ἐκείνων ταῖς ἐμπορίαις.

βασιλεῖς δὲ πολλοὶ μὲν ἦσαν οἱ θεραπεύοντες αὐτόν, τέσσαρες δέ, οὓς ἀεὶ περὶ αὑτὸν εἶχεν ὥσπερ ὀπαδοὺς ἢ δορυφόρους, ἱππότῃ μὲν ἐλαύνοντι πεζοὺς παραθέοντας ἐν χιτωνίσκοις, καθημένῳ δὲ καὶ χρηματίζοντι περιεστῶτας ἐπηλλαγμέναις διʼ ἀλλήλων ταῖς χερσίν, ὅπερ ἐδόκει μάλιστα τῶν σχημάτων ἐξομολόγησις εἶναι δουλείας, οἷον ἀποδομένων τὴν ἐλευθερίαν καὶ τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι.

ταύτην μέντοι τὴν τραγῳδίαν οὐχ ὑποτρέσας οὐδʼ ἐκπλαγεὶς ὁ Ἄππιος, ὡς ἔτυχε λόγου πρῶτον, ἄντικρυς ἥκειν ἔφη Μιθριδάτην ἀπάξων ὀφειλόμενον τοῖς Λουκούλλου θριάμβοις ἢ καταγγελῶν Τιγράνῃ πόλεμον, ὥστε τὸν Τιγράνην, καίπερ ἐν διαχύσει τοῦ προσώπου καὶ μειδιάματι πεπλασμένῳ πειρώμενον ἀκούειν τῶν λόγων, μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου, φωνῆς σχεδὸν ἐλευθέρας ἀκούοντα

p.538
διὰ πέντε καὶ εἴκοσιν ἐτῶν τοσαῦτα γὰρ ἐβασίλευσε, μᾶλλον δὲ ὕβρισεν.

ἀπεκρίνατο μὲν οὖν τῷ Ἀππίῳ μὴ προήσεσθαι Μιθριδάτην, καὶ Ῥωμαίους πολέμου ἄρχοντας ἀμυνεῖθαι. Λουκούλλῳ δʼ ὀργιζόμενος, ὅτι βασιλέα μόνον αὐτόν, οὐ βασιλέων ἐν τῇ ἐπιστολῇ προσηγόρευσεν, οὐδʼ αὐτὸς ἀντιγράφων αὐτοκράτορα προσεῖπεν. ἔπεμψε δὲ δῶρα τῷ Ἀππίῳ λαμπρά, καὶ μὴ λαβόντος ἄλλα πλείω προσέθηκεν. ἐκ τούτων ὁ Ἄππιος οὐκ ἐθέλων δοκεῖν ἔχθρᾳ τινὶ διωθεῖσθαι φιάλην δεξάμενος μίαν ἀπέπεμψε τὰ λοιπά, καὶ διὰ ταχέων ἀπήλαυνε πρὸς τὸν αὐτοκράτορα.