Lucullus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐλάσας δʼ ἄχρι Ταλαύρων, ἔνθεν ἡμέρᾳ τετάρτῃ πρότερον ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τιγράνην πεφευγώς, ἀποτρέπεται, καταστρεψάμενος δὲ Χαλδαίους καὶ Τιβαρηνοὺς καὶ τὴν μικρὰν Ἀρμενίαν παραλαβών καὶ φρούρια καὶ πόλεις παραστησάμενος, Ἄππιον μὲν ἔπεμψε πρὸς Τιγράνην ἐξαιτῶν Μιθριδάτην, αὐτὸς δʼ ἧκε πρὸς Ἀμισὸν ἔτι πολιορκουμένην.
αἴτιος
οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ ὡς ἡ φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, ὁ δὲ Λούκουλλος οἰκτείρων ἀπολλυμένην τὴν πόλιν ἔξωθεν ἐβοήθει πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλʼ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός.
οἱ δὲ τοὐναντίον ἔπραξαν, πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμπάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λούκουλλον εἰσελθόντα μεθʼ ἡμέραν καὶ δακρύσαντα πρὸς τούς φίλους εἰπεῖν, ὡς
ἐμὲ
ἦν δʼ ἡ πόλις Ἀθηναίων ἄποικος, ἐν ἐκείνοις ἄρα τοῖς καιροῖς, ἐν οἷς ἤκμαζεν ἡ δύναμις αὐτῶν καὶ κατεῖχε τὴν θάλασσαν, οἰκισθεῖσα. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν Ἀριστίωνος τυραννίδα βουλομένων φεύγειν εἰσπλεύσαντες αὐτοῦ κατῴκουν καὶ μετεῖχον τῆς πολιτείας, οἷς συνέβη τὰ οἰκεῖα κακὰ φεύγουσιν ἀπολαῦσαι τῶν ἀλλοτρίων, ἀλλὰ τούς γε σωθέντας αὐτῶν ὁ Λούκουλλος ἀμφιέσας καλῶς καὶ διακοσίας ἑκάστῳ δραχμὰς ἐπιδοὺς ἀπέστειλε.
τότε καὶ Τυραννίων ὁ γραμματικὸς ἑάλω Μουρήνας δʼ αὐτὸν ἐξῃτήσατο καὶ λαβὼν ἀπηλευθέρωσεν, ἀνελευθέρως τῇ δωρεᾷ χρησάμενος. οὐ γὰρ ἠξίου Λούκουλλος ἄνδρα διὰ παιδείαν ἐσπουδασμένον δοῦλον γενέσθαι πρότερον, εἶτʼ ἀπελεύθερον. ἀφαίρεσις γὰρ ἦν τῆς ὑπαρχούσης ἡ τῆς δοκούσης ἐλευθερίας δόσις. ἀλλὰ Μουρήνας μὲν οὐκ ἐνταῦθα μόνον ὤφθη πολὺ τῆς τοῦ στρατηγοῦ καλοκαγαθίας ἀποδέων.