Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἡ δὲ Βερενίκη κύλικα φαρμάκου λαβοῦσα, τῆς μητρὸς αὐτῇ παρούσης καὶ δεομένης, μετέδωκε. καὶ συνεξέπιον μὲν ἀμφότεραι, ἤρκεσε δὲ ἡ τοῦ φαρμάκου δύναμις εἰς. τὸ ἀσθενέστερον σῶμα, τὴν δὲ Βερενίκην οὐχ ὅσον ἔδει πιοῦσαν οὐκ ἀπήλλαξεν, ἀλλὰ δυσθανατοῦσα τοῦ Βακχίδου σπεύδοντος ἀπεπνίγη.

λέγεται δὲ καὶ τῶν ἀγάμων ἀδελφῶν ἐκείνων τὴν μὲν ἐπαρωμένην πολλὰ καὶ λοιδοροῦσαν ἐκπιεῖν τὸ φάρμακον, τὴν δὲ Στάτειραν οὔτε δύσφημόν τι φθεγξαμένην οὔτʼ ἀγεννές, ἀλλʼ ἐπαινοῦσαν τὸν ἀδελφόν, ὅτι περὶ τοῦ σώματος κινδυνεύων οὐκ ἠμέλησεν αὐτῶν, ἀλλὰ προὐνόησεν ἐλευθέρας καὶ ἀνυβρίστους ἀποθανεῖν. ταῦτα μὲν οὖν φύσει χρηστὸν ὄντα καὶ φιλάνθρωπον ἠνία τὸν Λούκουλλον.

ἐλάσας δʼ ἄχρι Ταλαύρων, ἔνθεν ἡμέρᾳ τετάρτῃ πρότερον ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τιγράνην πεφευγώς, ἀποτρέπεται, καταστρεψάμενος δὲ Χαλδαίους καὶ Τιβαρηνοὺς καὶ τὴν μικρὰν Ἀρμενίαν παραλαβών καὶ φρούρια καὶ πόλεις παραστησάμενος, Ἄππιον μὲν ἔπεμψε πρὸς Τιγράνην ἐξαιτῶν Μιθριδάτην, αὐτὸς δʼ ἧκε πρὸς Ἀμισὸν ἔτι πολιορκουμένην.

αἴτιος

p.528
δʼ ἦν Καλλίμαχος ὁ στρατηγός ἐμπειρίᾳ μηχανικῆς παρασκευῆς καὶ δεινότητι πανουργίας, ὅσην πολιορκία δέχεται, πλεῖστα λυπήσας Ῥωμαίους· ὧν ὕστερον ἔδωκε δίκην. τότε δʼ ὑπὸ Λουκούλλου καταστρατηγηθείς, ὑφʼ ἣν ἔθος εἶχεν ὥραν τῆς ἡμέρας ἀπάγειν καὶ ἀναπαύειν τούς στρατιώτας, ἐν ἐκείνῃ προσβαλόντος αἰφνιδίως καὶ κατασχόντος οὐ πολὺ μέρος τοῦ τείχους, αὐτὸς ἐκλιπὼν τὴν πόλιν ὑφῆψεν, εἴτε φθονῶν ὠφεληθῆναι Ῥωμαίοις, εἴτε ῥᾳστώνην φυγῆς ἑαυτῷ μηχανώμενος.

οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ ὡς ἡ φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, ὁ δὲ Λούκουλλος οἰκτείρων ἀπολλυμένην τὴν πόλιν ἔξωθεν ἐβοήθει πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλʼ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός.

οἱ δὲ τοὐναντίον ἔπραξαν, πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμπάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λούκουλλον εἰσελθόντα μεθʼ ἡμέραν καὶ δακρύσαντα πρὸς τούς φίλους εἰπεῖν, ὡς

paris.1624.504
πολλάκις ἤδη Σύλλαν μακαρίσας μάλιστα τῇ σήμερον ἡμέρᾳ τὴν τἀνδρὸς εὐτυχίαν θαυμάσειεν, ὅτι σῶσαι βουληθεὶς ἐδυνήθη τὰς Ἀθήνας.

ἐμὲ

p.530
δʼ, ἔφη, τούτου ζηλωτὴν γενόμενον εἰς τὴν Μομμίου δόξαν ὁ δαίμων περιέστησεν. οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων ἀναλαμβάνειν ἐπειρᾶτο τὴν πόλιν. καὶ τὸ μὲν πῦρ ὄμβροι κατέσβεσαν ἔκ τινος θείας τύχης περὶ τὴν ἅλωσιν αὐτήν συμπεσόντες, τὰ δὲ πλεῖστα τῶν ἀπολωλότων αὐτὸς ἔτι παρὼν ἀνῳκοδόμησε, καὶ τούς φεύγοντας Ἀμισηνῶν ἐδέξατο, καὶ τῶν ἄλλων Ἑλλήνων κατῴκισε τούς βουλομένους, εἴκοσι καὶ ἑκατὸν σταδίων χώραν προσορίσας.