Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν καὶ καταδιωχθεὶς ὑπὸ Μενάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολεμίων, αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλʼ ἀπέστειλε Μενέμαχον καὶ Μύρωνα πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους.

οὗτοι πάντες, ὡς λέγεται, πλὴν δυεῖν κατεκόπησαν ὑπὸ τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφοράν ὡς οὐ τοσαύτην οὖσαν, ἀλλὰ μικράν, προσκεκρουκότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρὸς παρημείβετο τὸ στρατόπεδον πολλὰς κατάγων ἁμάξας σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐτῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρατιώταις.

ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν ἐπεὶ δὲ προεξέπεμπον οἱ βασιλικοὶ τὰ σφέτερα χρήματα καθʼ ἡσυχίαν, τοὺς δʼ ἄλλους

p.522
ἐκώλυον, ἤδη καὶ πρὸς ὀργὴν ἐπὶ τὰς ἐξόδους ὠθούμενοι καὶ βιαζόμενοι τὰ μὲν χρήματα ἥρπαζον, αὐτοὺς δὲ ἀπέσφαττον. ὅπου καὶ Δορύλαος ὁ στρατηγός οὐδὲν ἕτερον ἔχων ἢ τὴν πορφύραν περὶ αὑτόν ἀπώλετο διὰ ταύτην, Ἑρμαῖος δὲ ὁ θύτης κατεπατήθη περὶ τὰς πύλας.

αὐτὸς δʼ ὁ Μιθριδάτης, οὔτε ὀπαδοῦ τινος οὔτε ἱπποκόμου παραμείναντος αὐτῷ, συνεξέπεσεν ἀπὸ τοῦ στρατοπέδου τοῖς πολλοῖς ἀναμεμιγμένος, οὐδʼ ἵππου τῶν βασιλικῶν εὐπορήσας, ἀλλʼ ὀψέ που κατιδὼν αὐτόν ἐν τῷ ῥεύματι τῆς τροπῆς ἐκείνης διαφερόμενον Πτολεμαῖος ὁ εὐνοῦχος ἵππον ἔχων αὐτὸς ἀπεπήδησε καὶ παρέσχεν.

ἤδη γὰρ αὑτόν οἱ Ῥωμαῖοι κατεῖχον ἐπικείμενοι· καὶ τάχει μὲν οὐκ ἀπελίποντο τοῦ λαβεῖν αὐτόν, ἀλλʼ ἦλθον ἔγγιστα τούτου, φιλοπλουτία δὲ καὶ μικρολογία στρατιωτικὴ τὸ πολλοῖς ἀγῶσι καὶ μεγάλοις κινδύνοις διωκόμενον ἐκ μακροῦ θήραμα Ῥωμαίους ἀφείλετο καὶ Λούκουλλον ἀπεστέρησε νικῶντα τῶν ἐπάθλων.

ἦν μὲν γὰρ ἐν ἐφικτῷ τῆς διώξεως ὁ ὑπεκφέρων τὸν ἄνδρα ἵππος, ἡμιόνου δὲ τῶν τὸ χρυσίον κομιζόντων μεταξὺ τοῦ βασιλέως εἴτʼ ἀπὸ ταὐτομάτου παρεισπεσόντος, εἴτε τοῦ βασιλέως ἐπίτηδες ἐμβαλόντος αὑτόν εἰς τοὺς διώκοντας, ἁρπάζοντες καὶ συλλέγοντες τὸ χρυσίον καὶ διαμαχόμενοι πρὸς ἀλλήλους καθυστέρησαν.

καὶ οὐ τοῦτο μόνον αὐτῶν ἀπέλαυσε τῆς πλεονεξίας Λούκουλλος, ἀλλὰ καὶ τὸν ἐπὶ τῶν ἀπορρήτων τοῦ βασιλέως ὄντα Καλλίστρατον ὁ μὲν ἄγειν ἐκέλευσεν, οἱ δʼ ἄγοντες αἰσθόμενοι πεντακοσίους

p.524
χρυσοῦς ὑπεζωσμένον ἀπέκτειναν. οὐ μὴν ἀλλὰ τούτοις μὲν ἐπέτρεψε τὸν χάρακα πορθῆσαι.

τὰ δὲ Κάβειρα λαβὼν καὶ τῶν ἄλλων φρουρίων τὰ πλεῖστα θησαυρούς τε μεγάλους εὗρε καὶ δεσμωτήρια, πολλῶν μὲν Ἑλλήνων, πολλῶν δὲ συγγενῶν τοῦ βασιλέως καθειργμένων, οἷς πάλαι τεθνάναι δοκοῦσιν οὐ σωτηρίαν, ἀλλʼ ἀναβίωσιν καὶ δευτέραν τινὰ γέννησιν ἡ Λουκούλλου χάρις παρέσχεν.

ἑάλω δὲ καὶ ἀδελφὴ τοῦ Μιθριδάτου Νύσσα σωτήριον ἅλωσιν αἱ δʼ ἀπωτάτω τοῦ κινδύνου καὶ καθʼ ἡσυχίαν ἀποκεῖσθαι δοκοῦσαι περὶ Φαρνάκειαν ἀδελφαί καὶ γυναῖκες οἰκτρῶς ἀπώλοντο, Μιθριδάτου πέμψαντος ἐπʼ

paris.1624.503
αὐτὰς ἐκ τῆς φυγῆς Βακχίδην εὐνοῦχον. ἦσαν δὲ μετὰ πολλῶν ἀδελφαί τε δύο τοῦ βασιλέως, Ῥωξάνη καὶ Στάτειρα, περὶ τεσσαράκοντα ἔτη παρθενευόμεναι, καὶ γαμεταὶ δύο, γένος Ἰωνίδες, Βερενίκη μὲν ἐκ Χίου, Μονίμη δὲ Μιλησία.

ταύτης ὁ πλεῖστος ἦν λόγος ἐν τοῖς Ἕλλησιν, ὅτι τοῦ βασιλέως πειρῶντος αὐτὴν καὶ μυρίους πεντακισχιλίους χρυσοῦς προσπέμψαντος ἀντέσχε, μέχρι οὗ γάμων ἐγένοντο συνθῆκαι καὶ διάδημα πέμψας αὐτῇ βασίλισσαν ἀνηγόρευσεν. αὕτη καὶ παρὰ τὸν ἄλλον χρόνον ἀνιαρῶς εἶχε καὶ ἀπεθρήνει τὴν τοῦ σώματος εὐμορφίαν, ὡς δεσπότην μὲν ἀντʼ ἀνδρὸς αὐτῇ, φρουρὰν δὲ βαρβάρων ἀντὶ γάμου καὶ οἴκου προξενήσασαν, πόρρω δέ που τῆς Ἑλλάδος ἀπῳκισμένη τοῖς ἐλπισθεῖσιν ἀγαθοῖς ὄναρ σύνεστι, τῶν δʼ ἀληθινῶν ἐκείνων ἀπεστέρηται.

p.526