Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπὶ τοιούτων λογισμῶν γενόμενος ὁ Λούκουλλος περί τε τὴν Ἀμισὸν διέτριψε, μαλακῶς τῇ πολιορκίᾳ χρώμενος, καὶ μετὰ χειμῶνα Μουρήναν ἀπολιπὼν ἐπὶ τῆς πολιορκίας ἐβάδιζεν ἐπὶ Μιθριδάτην καθήμενον ἐν Καβείροις καὶ διανοούμενον ὑφίστασθαι τοὺς Ῥωμαίους, ἠθροισμένης αὐτῷ δυνάμεως εἰς τετρακισμυρίους πεζούς, ἱππεῖς δὲ τετρακισχιλίους, οἷς ἐθάρρει μάλιστα.

καὶ διαβὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δʼ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι· Πομπώνιος δʼ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς τὸν Μιθριδάτην ἀνήχθη κακῶς ὑπὸ τραυμάτων διακείμενος, πυθομένου δὲ τοῦ βασιλέως, εἰ σωθεὶς ὑπʼ αὐτοῦ γενήσεται φίλος, ἄν γε δή, ἔφη, Ῥωμαίοις διαλλαγῇς· εἰ δὲ μή, πολέμιος. τοῦτον μὲν θαυμάσας ὁ Μιθριδάτης οὐκ ἠδίκησε.

τοῦ δὲ Λουκούλλου τὰ μὲν πεδία τῶν πολεμίων

paris.1624.501
ἱπποκρατούντων δεδιότος, τὴν δʼ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες εἴς τι
p.516
σπήλαιον καταφυγόντες, ὧν ὁ πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λούκουλλον ἄξειν καὶ καταστάσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατοπέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβείροις ἐπικρεμάμενον.

πιστεύσας δʼ ὁ Λούκουλλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθʼ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις, οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι.

γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δʼ ἐνίκων οἱ βασιλικοί· καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες.

ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετʼ αὐτοῦ.

πεισθέντων δὲ τούτων καὶ οἱ λοιποὶ μεταβαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπανελθὼν δὲ Λούκουλλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενομισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν

p.518
ἀζώστοις ὀρύξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν.