Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

γενόμενος δʼ ἀπὸ τούτων ἠπείγετο πρὸς τὴν αὐτοῦ Μιθριδάτου δίωξιν. ἤλπιζε γὰρ ἔτι περὶ Βιθυνίαν εὑρήσειν αὐτόν ὑπὸ Βοκωνίου φρουρούμενον, ὃν αὐτὸς ἐνστησόμενον τῇ φυγῇ μετὰ νεῶν ἀπεστάλκει πρὸς Νικομήδειαν.

ἀλλὰ Βοκώνιος μὲν. ἐν Σαμοθρᾴκῃ μυούμενος καὶ πανηγυρίζων καθυστέρησε· Μιθριδάτην δὲ ἀναχθέντα μετὰ τοῦ στόλου, σπεύδοντα πρὶν ἐπιστρέφειν Λούκουλλον εἰς τὸν Πόντον εἰσπλεῦσαι, καταλαμβάνει χειμὼν πολύς, ὑφʼ οὗ τὰ μὲν ἀφηρπάγη, τὰ δʼ ἐβυθίσθη τῶν σκαφῶν, πᾶσα δʼ ἡ παραλία τῶν ναυαγίων ἐκφερομένων ὑπὸ τοῦ κλύδωνος ἐπὶ πολλὰς ἡμέρας ἦν περίπλεως.

αὐτὸς δέ, τῆς ὁλκάδος, ἐφʼ ἧς ἔπλει, μήτε πρὸς τὴν γῆν εὐπαρακομίστου διὰ μέγεθος ἐν σάλῳ μεγάλῳ καὶ κύματι τυφλῷ παρισταμένης τοῖς κυβερνήταις, πρός τε τὴν θάλασσαν ἤδη βαρείας καὶ ὑπεράντλου γενομένης, μετεμβὰς εἰς λῃστρικὸν μυοπάρωνα καὶ τὸ σῶμα πειραταῖς ἐγχειρίσας ἀνελπίστως καὶ παραβόλως εἰς τὴν Ποντικὴν Ἡράκλειαν ἐξεσώθη.

Λουκούλλῳ δʼ ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία, ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύεσθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαληγορήσας,

p.510
ὡς ἄνευ δαπάνης καὶ τοσαύτης παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάττης. καὶ τοῦτο ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου. λέγεται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπίνης ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι.