Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης

p.506
πρεπούσης· ἔπειτα ναυτικὸν ἐξηρτύετο τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν·
τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς.

ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.

οἱ δὲ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες ἀπὸ τῶν καταστρωμάτων διεμάχοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λούκουλλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος οὔτε βιάσασθαι ναυσὶ μετεώροις τὰς τῶν πολεμίων προσερηρεισμένας τῇ γῇ καὶ βεβηκυίας ἀσφαλῶς.

οὐ μὴν ἀλλὰ μόλις ᾗ προσβολήν τινα ἡ νῆσος εἶχεν ἀποβιβάζει τῶν στρατιωτῶν τοὺς ἀρίστους, οἳ κατόπιν ἐπιπεσόντες τοῖς πολεμίοις τοὺς μὲν διέφθειρον αὐτῶν, τοὺς δʼ ἠνάγκαζον ἀποκόπτοντας τὰ πρυμνήσια τῶν νεῶν καὶ φεύγοντας ἐκ τῆς γῆς ἀλλήλοις τε συγκρούειν τὰ πλοῖα καὶ ταῖς ἐμβολαῖς ταῖς περὶ τὸν Λούκουλλον ὑποπίπτειν.

πολλοὶ μὲν οὖν διεφθάρησαν, ἐν δὲ τοῖς ἁλοῦσιν ἀνήχθη καὶ Μάριος ὁ παρὰ Σερτωρίου στρατηγός·

p.508
ἦν γὰρ ἑτερόφθαλμος, καὶ παρήγγελτο τοῖς στρατιώταις εὐθὺς ἐπιπλέουσιν ὑπὸ Λουκούλλου μηδένα κτείνειν ἑτερόφθαλμον, ὅπως ἐξονειδισθεὶς καὶ καθυβρισθεὶς ἀποθάνοι.