Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Μιθριδάτην δέ, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατηγῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν. ταχὺ δʼ ἐξερρύη τὸ φιλότιμον αὐτοῦ καὶ φιλόνεικον ἐν αἰσθήσει γενομένου τῶν ἀποριῶν, αἷς οἱ στρατιῶται συνείχοντο, καὶ τῶν ἀνθρωποφαγιῶν, ἅτε δὴ μὴ θεατρικῶς μηδʼ ἐπιδεικτικῶς Λουκούλλου πολεμοῦντος, ἀλλὰ, τοῦτο δὴ τὸ λεγόμενον, εἰς τὴν γαστέρα ἐναλλομένου καὶ ὅπως ὑφαιρήσει τὴν τροφὴν ἅπαντα πραγματευομένου.

διὸ καὶ φρούριόν τι πολιορκοῦντος αὐτοῦ τῷ καιρῷ χρήσασθαι σπεύδων ὁ Μιθριδάτης ἐξέπεμψεν εἰς Βιθυνίαν τοὺς μὲν ἱππεῖς σχεδὸν ἅπαντας μετὰ τῶν ὑποζυγίων, τῶν δὲ πεζῶν τοὺς ἀχρήστους, πυθόμενος δʼ ὁ Λούκουλλος ἔτι νυκτὸς ἧκεν εἰς τὸ στρατόπεδον, πρωὶ δὲ χειμῶνος ὄντος ἀναλαβὼν σπείρας δέκα καὶ τὴν ἵππον ἐδίωκε νιφόμενος καὶ κακοπαθῶν, ὥστε πολλοὺς ὑπὸ κρύους ἐνδιδόντας ἀπολείπεσθαι τῶν

p.504
στρατιωτῶν, τοῖς δʼ ἄλλοις περὶ τὸν Ῥυνδακὸν ποταμόν καταλαβὼν τοὺς πολεμίους τοσαύτην τροπὴν ἐποίησεν,

ὥστε τὰς γυναῖκας ἐκ τῆς Ἀπολλωνίας προερχομένας ἀφαρπάζειν τὰ φορτία καὶ σκυλεύειν τοὺς φονευομένους. πολλῶν δʼ, ὡς εἰκὸς, ἀποθανόντων ἑάλωσαν ἵπποι μὲν ἑξακισχίλιοι καὶ πλῆθος ἀναρίθμητον ὑποζυγίων, ἄνδρες δὲ μύριοι πεντακισχίλιοι· καὶ τούτους ἄγων πάντας παρεξῄει παρὰ τὸ στρατόπεδον τῶν πολεμίων.

Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.

ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχίστην, ἀνθολκὰς δὲ Λουκούλλῳ καὶ διατριβὰς ὀπίσω μηχανώμενος ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν· καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν ἐκ προδοσίας ὁ Λούκουλλος ἐκυρίευσε μετὰ χρυσῶν μυρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζοὶ τὸν στρατὸν ἀπήγαγον.

ἐπιπεσὼν δὲ Λούκουλλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δʼ ἐκ τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι

paris.1624.499
διαφθαρῆναι.