Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες

paris.1624.498
τῷ βωμῷ παρέστησαν, ἡ δʼ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατʼ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν.

ὄναρ δʼ ἡ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματιστῇ παραστᾶσα, καὶ μὴν ἔγωγε, εἶπεν, ἥκω τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα. φράσον οὖν θαρρεῖν τοῖς πολίταις. θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν ἅμʼ ἡμέρᾳ σάλον εἶχεν ἡ θάλασσα κατιόντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ Θεσσαλοῦ, ῥοίζῳ

p.502
καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλλον·

εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τʼ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ, καὶ τὸν ξύλινον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέβαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθʼ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑποφαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν, ὡς ἀρτίως ἥκοι βοηθήσασα Κυζικηνοῖς. καὶ στήλην τινὰ δόγματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς.