Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῷ δὲ Λουκούλλῳ πάππος μὲν ἦν ὑπατικός, θεῖος δὲ πρὸς μητρὸς Μέτελλος ὁ Νομαδικὸς ἐπικληθείς. τῶν δὲ γονέων ὁ μὲν πατὴρ ἑάλω κλοπῆς, Κεκιλία δὲ ἡ μήτηρ ἠδόξησεν ὡς οὐ βεβιωκυῖα σωφρόνως. αὐτὸς δʼ ὁ Λούκοθλλος ἔτι μειράκιον ὢν, πρὶν ἀρχήν τινα μετελθεῖν καί πολιτείας ἅψασθαι, πρῶτον ἔργον ἐποιήσατο τὸν τοῦ πατρὸς κατήγορον κρῖναι Σερουίλιον αὔγουρα, λαβὼν ἀδικοῦντα δημοσίᾳ.

καί τὸ πρᾶγμα λαμπρὸν ἐφάνη Ῥωμαίοις, καί τὴν δίκην ἐκείνην ὥσπερ ἀριστείαν διὰ στόματος ἔσχον. ἐδόκει δὲ καί ἄλλως αὐτοῖς ἄνευ προφάσεως οὐκ ἀγεννὲς εἶναι τὸ τῆς κατηγορίας ἔργον, ἀλλὰ καί πάνυ τοὺς νέους ἐβούλοντο τοῖς ἀδικοῦσιν ἐπιφυομένους ὁρᾶν ὥσπερ θηρίοις εὐγενεῖς σκύλακας. οὐ μὴν ἀλλὰ μεγάλης περὶ τὴν δίκην ἐκείνην φιλονεικίας γενομένης, ὥστε καί τρωθῆναί τινας καί πεσεῖν, ἀπέφυγεν ὁ Σερουίλιος.

ὁ δὲ Λούκοθλλος ἤσκητο καί λέγειν ἱκανῶς ἑκατέραν γλῶτταν, ὥστε καί Σύλλας τὰς αὐτοῦ πράξεις ἀναγράφων ἐκείνῳ προσεφώνησεν ὡς συνταξομένῳ καὶ διαθήσοντι τὴν ἱστορίαν ἄμεινον. ἦν γὰρ οὐκ ἐπὶ τὴν χρείαν μόνην ἐμμελὴς αὐτοῦ

p.472
καί πρόχειρος ὁ λόγος, καθάπερ ὁ τῶν ἄλλων τὴν μὲν ἀγορὰν
θύννος βολαῖος πέλαγος ὣς διεστρόβει,
γενόμενος δὲ τῆς ἀγορᾶς ἐκτὸς αὖος, ἀμουσίᾳ τεθνηκώς,

ἀλλὰ καί τὴν ἐμμελῆ ταύτην καί

paris.1624.492
λεγομένην ἐλευθέριον ἐπὶ τῷ καλῷ προσεποιεῖτο παιδείαν ἔτι καί μειράκιον ὤν. γενόμενος δὲ πρεσβύτερος ἤδη παντάπασιν ὥσπερ ἐκ πολλῶν ἀγώνων ἀφῆκε τὴν διάνοιαν ἐν φιλοσοφίᾳ σχολάζειν καί ἀναπαύεσθαι, τὸ θεωρητικὸν αὐτῆς ἐγείρας, καταλύσας δʼ ἐν καιρῷ καί κολούσας τὸ φιλότιμον ἐκ τῆς πρὸς Πομπήϊον διαφορᾶς.

περὶ μὲν οὖν τῆς φιλολογίας αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα λέγεται· νέον ὄντα πρὸς Ὁρτήσιον τὸν δικολόγον καί Σισεννᾶν τὸν ἱστορικὸν ἐκ παιδιᾶς τινος εἰς σπουδὴν προελθούσης ὁμολογῆσαι, προθεμένων ποίημα καί λόγον Ἑλληνικόν τε καί Ῥωμαϊκόν, εἰς ὅ τι ἂν λάχῃ τούτων, τὸν Μαρσικὸν ἐντενεῖν πόλεμον. καί πως ἔοικεν εἰς λόγον Ἑλληνικὸν ὁ κλῆρος ἀφικέσθαι διασῴζεται γὰρ Ἑλληνική τις ἱστορία τοῦ Μαρσικοῦ πολέμου.

τῆς δὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον εὐνοίας πολλῶν τεκμηρίων ὄντων μάλιστα Ῥωμαῖοι τοῦ πρώτου μνημονεύουσι. πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχήν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας οὕτως ἐπηγάγετο

p.474
τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγορανόμος αἱρεθῆναι.