Cimon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δʼ οὖν Λούκουλλος ἐδόκει σκοποῦσιν ἡμῖν τῷ Κίμωνι παραβλητέος εἶναι. πολεμικοὶ γὰρ ἀμφότεροι καὶ πρὸς τοὺς βαρβάρους λαμπροί, πρᾷοι δὲ τὰ πολιτικὰ καὶ μάλιστα τῶν ἐμφυλίων στάσεων ἀναπνοὴν ταῖς πατρίσι παρασχόντες, ἕκαστος δέ τις αὐτῶν στήσαντες τρόπαια καὶ νίκας ἀνελόμενοι περιβοήτους.

οὔτε γὰρ Ἑλλήνων Κίμωνος οὔτε Ῥωμαίων Λουκούλλου πρότερος οὐδεὶς οὕτω μακρὰν πολεμῶν προῆλθεν, ἔξω λόγου τιθεμένων τῶν καθʼ Ἡρακλέα καὶ Διόνυσον, εἴ τέ τι Περσέως πρὸς Αἰθίοπας ἢ Μήδους καὶ Ἀρμενίους ἢ Ἰάσονος ἔργον ἀξιόπιστον ἐκ τῶν τότε χρόνων μνήμῃ φερόμενον εἰς τοὺς νῦν ἀφῖκται.

κοινὸν δέ πως αὐτῶν καὶ τὸ ἀτελὲς γέγονε τῆς στρατηγίας, ἑκατέρου μὲν συντρίψαντος, οὐδετέρου δὲ καταλύσαντος τὸν ἀνταγωνιστήν. μάλιστα δʼ ἡ περὶ τὰς ὑποδοχὰς καὶ τὰς φιλανθρωπίας ταύτας ὑγρότης καὶ δαψίλεια καὶ τὸ νεαρὸν καὶ ἀνειμένον ἐν τῇ διαίτῃ παραπλήσιον ἐπʼ ἀμφοτέρων ἰδεῖν ὑπάρχει. παραλείπομεν δʼ ἴσως καὶ ἄλλας τινὰς ὁμοιότητας, ἃς οὐ χαλεπὸν ἐκ τῆς διηγήσεως αὐτῆς συναγαγεῖν.