Lysander
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
πρὸς ταῦτα εἰπὼν ὁ Λύσανδρος ὅτι οὐκ αὐτός, ἀλλʼ ἐκεῖνος ἄρχοι τῶν νεῶν, ἀπέπλευσεν εἰς Πελοπόννησον, ἐν πολλῇ τὸν Καλλικρατίδαν ἀπορία καταλιπών. οὔτε γὰρ οἴκοθεν ἀφῖκτο χρήματα κομίζων, οὔτε τὰς πόλεις ἀργυρολογεῖν καὶ βιάζεσθαι μοχθηρὰ πραττούσας ὑπέμεινε.
λοιπὸν οὖν ἦν ἐπὶ θύρας ἰόντα τῶν βασιλέως στρατηγῶν, ὥσπερ Λύσανδρος, αἰτεῖν· πρὸς ὃ πάντων ἀφυέστατος ἐτύγχανεν, ἀνὴρ ἐλευθέριος καὶ μεγαλόφρων, καὶ πᾶσαν ὑφʼ Ἑλλήνων ἧτταν Ἕλλησιν ἡγούμενος εὐπρεπεστέραν εἶναι τοῦ κολακεύειν καὶ φοιτᾶν ἐπὶ θύρας ἀνθρώπων βαρβάρων, πολὺ χρυσίον, ἄλλο δʼ οὐδὲν καλὸν ἐχόντων.
ἐκβιαζόμενος δὲ ὑπὸ τῆς ἀπορίας, ἀναβὰς εἰς Λυδίαν εὐθὺς ἐπορεύετο εἰς τὴν οἰκίαν τοῦ Κύρου, καὶ φράζειν προσέταξεν ὅτι Καλλικρατίδας ὁ ναύαρχος ἥκει διαλεχθῆναι βουλόμενος αὐτῷ. τῶν δʼ ἐπὶ θύραις τινὸς εἰπόντος, ἀλλʼ οὐ σχολὴ νῦν, ὦ ξένε, Κύρῳ· πίνει γάρ, ἀφελέστατά πως ὁ Καλλικρατίδας, οὐδέν, ἔφη, δεινόν· αὐτοῦ γὰρ ἑστὼς ἀναμενῶ, μέχρι πίῃ.
τότε μὲν οὖν δόξας ἀγροῖκός τις εἶναι καὶ καταγελασθεὶς ὑπὸ τῶν βαρβάρων ἀπῆλθεν· ἐπεὶ δὲ καὶ δεύτερον ἐλθὼν ἐπὶ θύρας οὐ παρείθη, βαρέως ἐνεγκὼν εἰς Ἔφεσον ᾤχετο, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον,
ὀμνύων δὲ πρὸς τοὺς παρόντας ἦ μήν, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσειν ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας, ὡς φοβεροὶ τοῖς βαρβάροις εἶεν αὐτοὶ καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.
ἀλλὰ Καλλικρατίδας μὲν ἄξια τῆς Λακεδαίμονος διανοηθείς, καὶ γενόμενος τοῖς ἄκροις ἐνάμιλλος τῶν Ἑλλήνων διὰ δικαιοσύνην καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν, μετʼ οὐ πολὺν χρόνον ἐν Ἀργινούσαις καταναυμαχηθεὶς ἠφανίσθη. τῶν δὲ πραγμάτων ὑποφερομένων οἱ σύμμαχοι πρεσβείαν πέμποντες εἰς Σπάρτην ᾐτοῦντο Λύσανδρον ἐπὶ τὴν ναυαρχίαν, ὡς πολὺ προθυμότερον ἀντιληψόμενοι τῶν πραγμάτων ἐκείνου στρατηγοῦντος.