Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τούτων δὲ τὴν πίστιν ἑκάστῳ διʼ ἔργων παρεῖχε, τοὺς ἤδη γεγονότας φίλους αὐτῷ καὶ ξένους εἰς μεγάλα πράγματα καὶ τιμὰς καὶ στρατηγίας ἀνάγων, καὶ συναδικῶν καὶ συνεξαμαρτάνων αὐτὸς ὑπὲρ τῆς ἐκείνων πλεονεξίας, ὥστε προσέχειν ἅπαντας αὐτῷ καὶ χαρίζεσθαι καὶ ποθεῖν, ἐλπίζοντας οὐδενὸς ἀτυχήσειν τῶν μεγίστων ἐκείνου κρατοῦντος.

διὸ καὶ Καλλικρατίδαν οὔτʼ εὐθὺς ἡδέως εἶδον ἐλθόντα τῷ Λυσάνδρῳ διάδοχον τῆς ναυαρχίας, οὔτε, ὡς ὕστερον διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετο πάντων ἄριστος καὶ δικαιότατος, ἠρέσκοντο τῷ τρόπῳ τῆς ἡγεμονίας ἁπλοῦν τι καὶ Δώριον ἐχούσης καὶ ἀληθινόν. ἀλλὰ τούτου μὲν τὴν ἀρετὴν ὥσπερ ἀγάλματος ἡρωϊκοῦ κάλλος ἐθαύμαζον, ἐπόθουν δὲ τὴν ἐκείνου σπουδὴν καὶ τὸ φιλέταιρον καὶ χρειῶδες ἐζήτουν, ὥστε ἀθυμεῖν ἐκπλέοντος αὐτοῦ καὶ δακρύειν.

ὁ δὲ τούτους τε τῷ Καλλικρατίδᾳ δυσμενεστέρους ἐποίει ἔτι μᾶλλον, καὶ τῶν ὑπὸ Κύρου χρημάτων αὐτῷ δεδομένων εἰς τὸ ναυτικὸν τὰ περιόντα πάλιν εἰς Σάρδεις ἀνέπεμψεν, αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας.