Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεὶ δὲ ὁ μὲν Ἀλκιβιάδης εἰς Φωκαίαν ἐκ Σάμου διέπλευσεν ἐπὶ τοῦ στόλου καταλιπὼν Ἀντίοχον τὸν κυβερνήτην, ὁ δὲ Ἀντίοχος οἷον ἐφυβρίζων τῷ Λυσάνδρῳ καὶ θρασυνόμενος ἐπέπλευσε δυσὶ τριήρεσιν εἰς τὸν λιμένα τῶν Ἐφεσίων καὶ παρὰ τὸν ναύσταθμον γέλωτι καὶ πατάγῳ χρώμενος σοβαρῶς παρήλαυνεν, ἀγανακτήσας ὁ Λύσανδρος καὶ κατασπάσας τὸ πρῶτον οὐ πολλὰς τῶν τριήρων ἐδίωκεν αὐτόν, ἰδὼν δὲ αὖ τοὺς Ἀθηναίους βοηθοῦντας ἄλλας ἐπλήρου, καὶ τέλος ἐναυμάχουν συμπεσόντες.

ἐνίκα δὲ Λύσανδρος, καὶ πεντεκαίδεκα τριήρεις λαβὼν ἔστησε τρόπαιον. ἐπὶ τούτῳ τὸν Ἀλκιβιάδην ὁ μὲν ἐν ἄστει δῆμος ὀργισθεὶς ἀπεχειροτόνησεν, ὑπὸ δὲ τῶν ἐν Σάμῳ στρατιωτῶν ἀτιμαζόμενος καὶ κακῶς ἀκούων ἀπέπλευσεν εἰς Χερρόνησον ἐκ τοῦ στρατοπέδου. ταύτην μὲν οὖν τὴν μάχην, καίπερ οὐ μεγάλην τῇ πράξει γενομένην, ἡ τύχη διʼ Ἀλκιβιάδην ὀνομαστὴν ἐποίησεν.

ὁ δὲ Λύσανδρος ἀπὸ τῶν πόλεων εἰς Ἔφεσον μεταπεμπόμενος οὓς ἑώρα μάλιστα ταῖς τε τόλμαις καὶ τοῖς φρονήμασιν ὑπὲρ τοὺς πολλοὺς ὄντας, ἀρχὰς ὑπέσπειρε τῶν ὕστερον ἐπʼ αὐτοῦ γενομένων δεκαδαρχιῶν καὶ νεωτερισμῶν, προτρέπων καὶ παροξύνων ἑταιρικὰ συνίστασθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν, ὡς ἅμα τῷ καταλυθῆναι τοὺς Ἀθηναίους τῶν τε δήμων ἀπαλλαξομένους καὶ δυναστεύσοντας ἐν ταῖς πατρίσι.

τούτων δὲ τὴν πίστιν ἑκάστῳ διʼ ἔργων παρεῖχε, τοὺς ἤδη γεγονότας φίλους αὐτῷ καὶ ξένους εἰς μεγάλα πράγματα καὶ τιμὰς καὶ στρατηγίας ἀνάγων, καὶ συναδικῶν καὶ συνεξαμαρτάνων αὐτὸς ὑπὲρ τῆς ἐκείνων πλεονεξίας, ὥστε προσέχειν ἅπαντας αὐτῷ καὶ χαρίζεσθαι καὶ ποθεῖν, ἐλπίζοντας οὐδενὸς ἀτυχήσειν τῶν μεγίστων ἐκείνου κρατοῦντος.

διὸ καὶ Καλλικρατίδαν οὔτʼ εὐθὺς ἡδέως εἶδον ἐλθόντα τῷ Λυσάνδρῳ διάδοχον τῆς ναυαρχίας, οὔτε, ὡς ὕστερον διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετο πάντων ἄριστος καὶ δικαιότατος, ἠρέσκοντο τῷ τρόπῳ τῆς ἡγεμονίας ἁπλοῦν τι καὶ Δώριον ἐχούσης καὶ ἀληθινόν. ἀλλὰ τούτου μὲν τὴν ἀρετὴν ὥσπερ ἀγάλματος ἡρωϊκοῦ κάλλος ἐθαύμαζον, ἐπόθουν δὲ τὴν ἐκείνου σπουδὴν καὶ τὸ φιλέταιρον καὶ χρειῶδες ἐζήτουν, ὥστε ἀθυμεῖν ἐκπλέοντος αὐτοῦ καὶ δακρύειν.