Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἡσθεὶς οὖν ὁ Κῦρος ἐπὶ τῇ φιλοτιμίᾳ τοῦ ἀνδρὸς μυρίους αὐτῷ δαρεικοὺς ἔδωκεν, ἐξ ὧν ἐπιμετρήσας τὸν ὀβολὸν τοῖς ναύταις καὶ λαμπρυνάμενος ὀλίγῳ χρόνῳ τὰς ναῦς τῶν πολεμίων κενὰς ἐποίησεν. ἀπεφοίτων γὰρ οἱ πολλοὶ πρὸς τοὺς πλέον διδόντας, οἱ δὲ μένοντες ἀπρόθυμοι καὶ στασιώδεις ἐγίνοντο καὶ κακὰ παρεῖχον ὁσημέραι τοῖς στρατηγοῖς.

οὐ μὴν ἀλλὰ καίπερ οὕτως περισπάσας καὶ κακώσας τοὺς πολεμίους ὁ Λύσανδρος ὠρρώδει ναυμαχεῖν, δραστήριον ὄντα τὸν Ἀλκιβιάδην καὶ νεῶν πλήθει περιόντα καὶ μάχας καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς ἐκεῖνο χρόνου πάσας ἀήττητον ἠγωνισμένον δεδοικώς.

ἐπεὶ δὲ ὁ μὲν Ἀλκιβιάδης εἰς Φωκαίαν ἐκ Σάμου διέπλευσεν ἐπὶ τοῦ στόλου καταλιπὼν Ἀντίοχον τὸν κυβερνήτην, ὁ δὲ Ἀντίοχος οἷον ἐφυβρίζων τῷ Λυσάνδρῳ καὶ θρασυνόμενος ἐπέπλευσε δυσὶ τριήρεσιν εἰς τὸν λιμένα τῶν Ἐφεσίων καὶ παρὰ τὸν ναύσταθμον γέλωτι καὶ πατάγῳ χρώμενος σοβαρῶς παρήλαυνεν, ἀγανακτήσας ὁ Λύσανδρος καὶ κατασπάσας τὸ πρῶτον οὐ πολλὰς τῶν τριήρων ἐδίωκεν αὐτόν, ἰδὼν δὲ αὖ τοὺς Ἀθηναίους βοηθοῦντας ἄλλας ἐπλήρου, καὶ τέλος ἐναυμάχουν συμπεσόντες.