Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελία τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον αὐτοῖς,

δείσαντες οὖν οἱ Λακεδαιμόνιοι πάλιν καὶ γενόμενοι ταῖς προθυμίαις καινοὶ πρὸς τὸν πόλεμον, ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον, ἐκπέμπουσιν ἐπὶ τὴν τῆς θαλάττης ἡγεμονίαν Λύσανδρον. γενόμενος δʼ ἐν Ἐφέσῳ, καὶ τὴν πόλιν εὑρὼν εὔνουν μὲν αὑτῷ καὶ λακωνίζουσαν προθυμότατα, πράττουσαν δὲ τότε λυπρῶς καὶ κινδυνεύουσαν ἐκβαρβαρωθῆναι τοῖς Περσικοῖς ἔθεσι διὰ τὰς ἐπιμιξίας, ἅτε δὴ τῆς Λυδίας περικεχυμένης καὶ τῶν βασιλικῶν στρατηγῶν αὐτόθι τὰ πολλὰ διατριβόντων,

στρατόπεδον βαλόμενος καὶ τὰ πλοῖα πανταχόθεν ἕλκεσθαι κελεύσας ἐκεῖ τὰ φορτηγά, καὶ ναυπηγίαν τριήρων ἐκεῖ κατασκευασάμενος, ταῖς μὲν ἐμπορίαις τοὺς λιμένας αὐτῶν ἀνέλαβεν, ἐργασίαις δὲ τὴν ἀγοράν, χρηματισμῶν δὲ τοὺς οἴκους καὶ τὰς τέχνας ἐνέπλησεν, ὥστε πρῶτον ἀπʼ ἐκείνου τοῦ χρόνου τὴν πόλιν ἐν ἐλπίδι τοῦ περὶ αὐτὴν νῦν ὄντος ὄγκου καὶ μεγέθους διὰ Λύσανδρον γενέσθαι.