Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἤδη δὲ παντάπασι χαλεπὸς ὢν ὀργὴν διὰ τὴν μελαγχολίαν ἐπιτείνουσαν εἰς γῆρας, παρώξυνε τοὺς ἐφόρους καὶ συνέπεισε φῆναι φρουρὰν ἐπʼ αὐτούς, καὶ λαβὼν τὴν ἡγεμονίαν ἐξεστράτευσεν. ὕστερον δὲ καὶ Παυσανίαν τὸν βασιλέα μετὰ στρατιᾶς ἀπέστειλαν.

ἀλλὰ Παυσανίας μὲν κύκλῳ περιελθὼν διὰ τοῦ Κιθαιρῶνος ἐμβάλλειν ἔμελλεν εἰς τὴν Βοιωτίαν, Λύσανδρος δὲ διὰ Φωκέων ἀπήντα στρατιώτας ἔχων πολλούς· καὶ τὴν μὲν Ὀρχομενίων πόλιν ἑκουσίως προσχωρήσασαν ἔλαβε, τὴν δὲ Λεβάδειαν ἐπελθὼν διεπόρθησεν. ἔπεμψε δὲ τῷ Παυσανίᾳ γράμματα κελεύων εἰς Ἁλίαρτον ἐκ Πλαταιῶν συνάπτειν, ὡς αὐτὸς ἅμʼ ἡμέρᾳ πρὸς τοῖς τείχεσι τῶν Ἁλιαρτίων γενησόμενος. ταῦτα τὰ γράμματα πρὸς τοὺς Θηβαίους ἀπηνέχθη, τοῦ κομίζοντος εἰς κατασκόπους τινὰς ἐμπεσόντος.

οἱ δὲ προσβεβοηθηκότων αὐτοῖς Ἀθηναίων τὴν μὲν πόλιν ἐκείνοις διεπίστευσαν, αὐτοὶ δὲ περὶ πρῶτον ὕπνον ἐξορμήσαντες ἔφθασαν ὀλίγῳ τὸν Λύσανδρον ἐν Ἁλιάρτῳ γενόμενοι, καὶ μέρει τινὶ παρῆλθον εἰς τὴν πόλιν. ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἔγνω τὴν στρατιὰν ἱδρύσας ἐπὶ λόφου περιμένειν τὸν Παυσανίαν· ἔπειτα προϊούσης τῆς ἡμέρας ἀτρεμεῖν οὐ δυνάμενος, λαβὼν τὰ ὅπλα καὶ τοὺς συμμάχους παρορμήσας ὀρθίῳ τῇ φάλαγγι παρὰ τὴν ὁδὸν ἦγε πρὸς τὸ τεῖχος.

τῶν δὲ Θηβαίων οἱ μὲν ἔξω μεμενηκότες ἐν ἀριστερᾷ τὴν πόλιν λαβόντες ἐβάδιζον ἐπὶ τοὺς ἐσχάτους τῶν πολεμίων ὑπὸ τὴν κρήνην τὴν Κισσοῦσαν προσαγορευομένην, ἔνθα μυθολογοῦσι τὰς τιθήνας νήπιον ἐκ τῆς λοχείας ἀπολοῦσαι τὸν Διόνυσον· καὶ γὰρ οἰνωπὸν ἐπιστίλβει τὸ χρῶμα καὶ διαυγὲς καὶ πιεῖν ἥδιστον. οἱ δὲ Κρήσιοι στύρακες οὐ πρόσω περιπεφύκασιν, ἃ τεκμήρια τῆς Ῥαδαμάνθυος αὐτόθι κατοικήσεως Ἁλιάρτιοι ποιοῦνται, καὶ τάφον αὐτοῦ δεικνύουσιν Ἀλεᾶ καλοῦντες.